previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΕΙΣ ΤΟ ΤΗΣ ΜΗΔΕΙΑΣ ΑΓΑΛΜΑ.

ιγ. εἶδον καὶ τὴν πολυθρύλλητον ἐν ὅροις Μακεδόνων Μήδειαν. λίθος ἦν μηνύων τὸ τῆς ψυχῆς εἶδος ἀπομαξαμένης εἰς αὐτὴν τῆς τέχνης τὰ συμπληροῦντα τὴν ψυχήν, καὶ γὰρ λογισμοῦ κατηγόρει τὸ δήλωμα καὶ θυμὸς ὑπανίστατο καὶ πρὸς λύπης διάθεσιν μετέβαινεν εἰκὼν καὶ ὡς βραχέως εἰπεῖν, ἐξήγησις τοῦ περὶ αὐτὴν δράματος ἦν τὸ ὁρώμενον: μὲν γὰρ λογισμὸς ὑπὲρ τὴν πρᾶξιν ἐδήλου τῆς γυναικὸς τὰ βουλεύματα, δὲ θυμὸς τῇ ῥύμῃ τῆς ὀργῆς παραγραφόμενος τὴν φύσιν πρὸς τὸ ἔργον ἤγειρε τὴν ἐπὶ τὸν ψόγον ὁρμὴν εἰσηγούμενος, λύπη δὲ τὸν ἐπὶ τοῖς παισὶν ἐπεσήμαινεν οἶκτον εἰς τὴν μητρῴαν σύνεσιν ἀρρώστως ἐκ τοῦ θυμοῦ τὴν λίθον ἕλκουσα. οὐ γὰρ ἄτεγκτος, οὐδὲ θηριώδης εἰκών, ἀλλ᾽ εἰς θυμοῦ καὶ ἀνίας ἔνδειξιν διῃρεῖτο ὑπηρετουμένη τοῖς τῆς γυναικείας φύσεως βουλεύμασιν. εἰκὸς γὰρ ἦν μετὰ [p. 437] τὸν χόλον καθαρεύουσαν τοῦ θυμοῦ ἐπιστρέφεσθαι πρὸς οἶκτον καὶ εἰς ἔννοιαν ἐρχομένην τοῦ κακοῦ τὴν ψυχὴν οἰκτίζεσθαι. ταῦτα μετὰ τοῦ σώματος τὰ πάθη εἰκὼν ἐμιμεῖτο καὶ ἦν ἰδεῖν τὴν λίθον ὁτὲ μὲν φέρουσαν τὸν θυμὸν ἐν ὄμμασιν, ὁτὲ δὲ σκυθρωπὸν ὁρῶσαν καὶ μαλαττομένην εἰς στυγνότητα, ὥσπερ ἄντικρυς τοῦ τεχνησαμένου τὴν ἀφορμὴν εἰς τῆς Εὐριπίδου δραματοποιίας πλήσαντος τὴν μίμησιν, ἐν καὶ βουλεύεται συνανακινοῦσα καὶ σύνεσιν ἔμφρονα καὶ εἰς θυμὸν ἀγριαίνει τὸ ἦθος τοὺς πεπηγότας τῇ φύσει πρὸς τὰ ἔκγονα τῆς φιλογονίας ὅρους ἐκβάλλουσα καὶ παιδικῶν λόγων μετὰ τὴν ἄνομον σφαγὴν ἅπτεται. ἦν δὲ αὐτῇ καὶ ξιφηφόρος χεὶρ διακονεῖν ἑτοίμη τῷ θυμῷ ἐπὶ τὸ μίασμα σπευδούσῃ καὶ ἠμελημένη θρὶξ τὸ αὐχμηρὸν ἐπισημαίνουσα καὶ στολή τις πένθιμος ἀκόλουθος τῇ ψυχῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: