Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅσον
γῆ μέρος ἀναλαμβάνουσα καὶ δεχομένη γίγνεται γόνιμος ὑπ᾽ αὐτοῦ. καὶ
θρῆνός ἐστιν ἱερὸς ἐπὶ τοῦ Κρόνου 1 γενόμενος, θρηνεῖ δὲ τὸν ἐν τοῖς
ἀριστεροῖς γιγνόμενον μέρεσιν, ἐν δὲ τοῖς
δεξιοῖς φθειρόμενον Αἰγύπτιοι γὰρ οἴονται τὰ μὲν ἑῷα τοῦ κόσμου
πρόσωπον εἶναι, τὰ δὲ πρὸς βορρᾶν δεξιά, τὰ δὲ πρὸς νότον ἀριστερά.
φερόμενος οὖν ἐκ τῶν νοτίων ὁ Νεῖλος, ἐν δὲ τοῖς βορείοις: ὑπὸ τῆς
θαλάσσης καταναλισκόμενος εἰκότως λέγεται τὴν
μὲν γένεσιν ἐν τοῖς ἀριστεροῖς ἔχειν, τὴν δὲ φθορὰν ἐν τοῖς δεξιοῖς.
διὸ τήν τε θάλασσαν οἱ ἱερεῖς ἀφοσιοῦνται καὶ τὸν ἅλα Τυφῶνος ἀφρὸν
καλοῦσι: καὶ τῶν ἀπαγορευομένων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.