[159ε]
τί δέ; ἦν δ᾽ ἐγώ, εὐμαθία κάλλιον ἢ δυσμαθία;εὐμαθία.ἔστιν δέ γ᾽, ἔφην, ἡ μὲν εὐμαθία ταχέως μανθάνειν, ἡ δὲ δυσμαθία ἡσυχῇ καὶ βραδέως;ναί.διδάσκειν δὲ ἄλλον οὐ ταχέως καὶ κάλλιον καὶ σφόδρα μᾶλλον ἢ ἡσυχῇ τε καὶ βραδέως;ναί.τί δέ; ἀναμιμνῄσκεσθαι καὶ μεμνῆσθαι ἡσυχῇ τε καὶ βραδέως κάλλιον ἢ σφόδρα καὶ ταχέως;σφόδρ᾽, ἔφη, καὶ ταχέως.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.