previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄδμητος
οὔτ᾽ ἦλθες ἐς τόνδ᾽ ἐξ ἐμοῦ κληθεὶς τάφον
630οὔτ᾽ ἐν φίλοισι σὴν παρουσίαν λέγω.
κόσμον δὲ τὸν σὸν οὔποθ᾽ ἥδ᾽ ἐνδύσεται:
οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.
τότε ξυναλγεῖν χρῆν σ᾽ ὅτ᾽ ὠλλύμην ἐγώ:
σὺ δ᾽ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖν
635νέῳ γέρων ὤν, τόνδ᾽ ἀποιμώξῃ νεκρόν;
οὐκ ἦσθ᾽ ἄρ᾽ ὀρθῶς τοῦδε σώματος πατήρ,
οὐδ᾽ τεκεῖν φάσκουσα καὶ κεκλημένη
μήτηρ μ᾽ ἔτικτε, δουλίου δ᾽ ἀφ᾽ αἵματος
μαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθρᾳ.
640ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ,
καί μ᾽ οὐ νομίζω παῖδα σὸν πεφυκέναι.
τἄρα πάντων διαπρέπεις ἀψυχίᾳ,
ὃς τηλικόσδ᾽ ὢν κἀπὶ τέρμ᾽ ἥκων βίου
οὐκ ἠθέλησας οὐδ᾽ ἐτόλμησας θανεῖν
645τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ᾽ εἰάσατε
γυναῖκ᾽ ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα
καὶ πατέρ᾽ ἂν ἐνδίκως ἂν ἡγοίμην μόνην.
καίτοι καλόν γ᾽ ἂν τόνδ᾽ ἀγῶν᾽ ἠγωνίσω,
τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι
650πάντως λοιπὸς ἦν βιώσιμος χρόνος.
[κἀγώ τ᾽ ἂν ἔζων χἤδε τὸν λοιπὸν χρόνον,
κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.]

καὶ μὴν ὅσ᾽ ἄνδρα χρὴ παθεῖν εὐδαίμονα
πέπονθας: ἥβησας μὲν ἐν τυραννίδι,
655παῖς δ᾽ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων,
ὥστ᾽ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον
λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι.
οὐ μὴν ἐρεῖς γέ μ᾽ ὡς ἀτιμάζοντα σὸν
γῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων
660πρὸς σ᾽ μάλιστα: κἀντὶ τῶνδέ μοι χάριν
τοιάνδε καὶ σὺ χἠ τεκοῦσ᾽ ἠλλαξάτην.
τοιγὰρ φυτεύων παῖδας οὐκέτ᾽ ἂν φθάνοις,
οἳ γηροβοσκήσουσι καὶ θανόντα σε
περιστελοῦσι καὶ προθήσονται νεκρόν.
665οὐ γάρ σ᾽ ἔγωγε τῇδ᾽ ἐμῇ θάψω χερί:
τέθνηκα γὰρ δὴ τοὐπὶ σ᾽. εἰ δ᾽ ἄλλου τυχὼν
σωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω
καὶ παῖδά μ᾽ εἶναι καὶ φίλον γηροτρόφον.
μάτην ἄρ᾽ οἱ γέροντες εὔχονται θανεῖν,
670γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου:
ἢν δ᾽ ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεται
θνῄσκειν, τὸ γῆρας δ᾽ οὐκέτ᾽ ἔστ᾽ αὐτοῖς βαρύ.

Χορός
νεικῶνἅλις γὰρ παροῦσα συμφορά
παῦσαι, πατρὸς δὲ μὴ παροξύνῃς φρένας.

load focus English (David Kovacs, 1994)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: