previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εἰ θέλεις τέλειος γενέσθαι.’ οὐκ ἄρα πω τέλειος ἦν: οὐδὲν γὰρ τελείου τελειότερον. καὶ θείως τὸεἰ θέλειςτὸ αὐτεξούσιον τῆς προσδιαλεγομένης αὐτῷ ψυχῆς ἐδήλωσεν. ἐπὶ τῷ ἀνθρώπῳ γὰρ ἦν αἵρεσις ὡς ἐλευθέρῳ, ἐπὶ θεῷ δὲ δόσις ὡς κυρίῳ. δίδωσι δὲ βουλομένοις καὶ ὑπερεσπουδακόσι καὶ δεομένοις, ἵν̓ οὕτως ἴδιον αὐτῶν σωτηρία γένηται. οὐ γὰρ ἀναγκάζει θεός, βία γὰρ ἐχθρὸν θεῷ, ἀλλὰ τοῖς ζητοῦσι πορίζει καὶ τοῖς αἰτοῦσι παρέχει καὶ τοῖς κρούουσιν ἀνοίγει. εἰ θέλεις οὖν, εἰ ὄντως θέλεις καὶ μὴ ἑαυτὸν ἐξαπατᾷς, κτῆσαι τὸ ἐνδέον. ‘ἕν σοι λείπει,’ τὸ ἕν, τὸ ἐμόν, τὸ ἀγαθόν, τὸ ἤδη ὑπὲρ νόμον, ὅπερ νόμος οὐ δίδωσιν, ὅπερ νόμος οὐ [p. 290] χωρεῖ, τῶν ζώντων ἴδιόν ἐστιν. ἀμέλει πάντα τὰ τοῦ νόμου πληρώσαςἐκ νεότητοςκαὶ τὰ ὑπέρογκα φρυαξάμενος τὸ ἒν τοῦτο προσθεῖναι τοῖς ὅλοις οὐ δεδύνηται, τὸ τοῦ σωτῆρος ἐξαίρετον, ἵνα λάβῃ ζωὴν αἰώνιον, ἣν ποθεῖ: ἀλλὰ δυσχεράνας ἀπῆλθεν, ἀχθεσθεὶς τῷ παραγγέλματι τῆς ζωῆς, ὑπὲρ ἧς ἱκέτευεν. οὐ γὰρ ἀληθῶς ζωὴν ἤθελεν, ὡς ἔφασκεν, ἀλλὰ δόξαν προαιρέσεως ἀγαθῆς μόνην περιεβάλλετο, καὶ περὶ πολλὰ μὲν οἷός τε ἦν ἀσχολεῖσθαι, τὸ δὲ ἕν, τὸ τῆς ζωῆς ἔργον, ἀδύνατος καὶ ἀπρόθυμος καὶ ἀσθενὴς ἐκτελεῖν: ὁποῖόν τι καὶ πρὸς τὴν Μάρθαν εἶπεν σωτὴρ ἀσχολουμένην περὶ 1 πολλὰ καὶ περιελκομένην καὶ ταρασσομένην 2 διακονικῶς, τὴν δὲ ἀδελφὴν αἰτιωμένην, ὅτι τὸ ὑπηρετεῖν ἀπολιποῦσα τοῖς ποσὶν αὐτοῦ παρακάθηται μαθητικὴν ἄγουσα σχολήν: ‘σὺ περὶ πολλὰ ταράσσῃ, Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, καὶ οὐκ ἀφαιρεθήσεται αὐτῆς.’ οὕτως καὶ τοῦτον ἐκέλευε τῆς πολυπραγμοσύνης ἀφέμενον ἑνὶ προστετηκέναι καὶ προσκαθέζεσθαι, τῇ χάριτι τοῦ ζωὴν αἰώνιον προστιθέντος.

1 peri\ inserted by Segaar

2 tarassome/nhn Ghisler. paratassome/nhn MS. paratarassome/nhn Barnard.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: