[43α]
Σωκράτης
τί τηνικάδε ἀφῖξαι, ὦ Κρίτων; ἢ οὐ πρῲ ἔτι ἐστίν;γΚρίτων
πάνυ μὲν οὖν.Σωκράτης
πηνίκα μάλιστα;Κρίτων
ὄρθρος βαθύς.Σωκράτης
θαυμάζω ὅπως ἠθέλησέ σοι ὁ τοῦ δεσμωτηρίου φύλαξ ὑπακοῦσαι.Κρίτων
συνήθης ἤδη μοί ἐστιν, ὦ Σώκρατες, διὰ τὸ πολλάκις δεῦρο φοιτᾶν, καί τι καὶ εὐεργέτηται ὑπ᾽ ἐμοῦ.Σωκράτης
ἄρτι δὲ ἥκεις ἢ πάλαι;Κρίτων
ἐπιεικῶς πάλαι.