previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6.

καὶ μετὰ ταῦτα συνελθόντων εἰς ἐκκλησίαν, Ἀγαμέμνων καὶ Μενέλαος ἐφιλονείκουν, Μενελάου λέγοντος ἀποπλεῖν, Ἀγαμέμνονος δὲ ἐπιμένειν κελεύοντος καὶ θύειν Ἀθηνᾷ.ἀναχθέντες δὲ Διομήδης καὶ Νέστωρ καὶ Μενέλαος ἅμα, οἱ μὲν εὐπλοοῦσιν, δὲ Μενέλαος χειμῶνι περιπεσών, τῶν λοιπῶν ἀπολομένων σκαφῶν, πέντε ναυσὶν ἐπ᾽ Αἴγυπτον ἀφικνεῖται. [2]

Ἀμφίλοχος δὲ καὶ Κάλχας καὶ Λεοντεὺς καὶ Ποδαλείριος καὶ Πολυποίτης ἐν Ἰλίῳ τὰς ναῦς ἀπολιπόντες ἐπὶ Κολοφῶνα πεζῇ πορεύονται, κἀκεῖ θάπτουσι Κάλχαντα τὸν μάντιν: ἦν γὰρ αὐτῷ λόγιον τελευτήσειν, ἐὰν ἑαυτοῦ σοφωτέρῳ περιτύχῃ μάντει. [3] ὑποδεχθέντων οὖν ὑπὸ Μόψου μάντεως, ὃς Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπῆρχεν, οὗτος Μόψος περὶ μαντικῆς ἤρισε Κάλχαντι. καὶ Κάλχαντος ἀνακρίναντος ἐρινεοῦ ἑστώσηςπόσους ὀλύνθους φέρει;’ Μόψος: ‘μυρίουςἔφηκαὶ μέδιμνον καὶ ἕνα ὄλυνθον περισσόν:’ [4] καὶ εὑρέθησαν οὕτω. Μόψος δὲ συὸς οὔσης ἐπιτόκου ἠρώτα Κάλχαντα, πόσους χοίρους κατὰ γαστρὸς ἔχει καὶ πότε τέκοι:τοῦ δὲ εἰπόντος: ‘ὀκτώ,’ μειδιάσας Μόψος ἔφη: ‘Κάλχας τῆς ἀκριβοῦς μαντείας ἀπεναντιῶς διακεῖται, ἐγὼ δ᾽ Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπάρχων τῆς ἀκριβοῦς μαντείας τὴν ὀξυδορκίαν πάντως πλουτῶ, καὶ οὐχ ὡς Κάλχας ὀκτώ, ἀλλ᾽ ἐννέα κατὰ γαστρός, καὶ τούτους ἄρρενας ὅλους ἔχειν μαντεύομαι, καὶ αὔριον ἀνυπερθέτως ἐν ἕκτῃ ὥρᾳ τεχθήσεσθαι.’ὧν γενομένων Κάλχας ἀθυμήσας ἀπέθανεκαὶ ἐτάφη ἐν Νοτίῳ. [5]

Ἀγαμέμνων δὲ θύσας ἀνάγεται καὶ Τενέδῳ προσίσχει, Νεοπτόλεμον δὲ πείθει Θέτις ἀφικομένη ἐπιμεῖναι δύο ἡμέρας καὶ θυσιάσαι, καὶ ἐπιμένει. οἱ δὲ ἀνάγονται καὶ περὶ Τῆνον χειμάζονται. Ἀθηνᾶ γὰρ ἐδεήθη Διὸς τοῖς Ἕλλησι χειμῶνα ἐπιπέμψαι. καὶ πολλαὶ νῆες βυθίζονται. [6]

Ἀθηνᾶ δὲ ἐπὶ τὴν Αἴαντος ναῦν κεραυνὸν βάλλει, δὲ τῆς νεὼς διαλυθείσης ἐπί τινα πέτραν διασωθεὶς παρὰ τὴν θεοῦ ἔφη πρόνοιαν σεσῶσθαι. Ποσειδῶν δὲ πλήξας τῇ τριαίνῃ τὴν πέτραν ἔσχισεν, δὲ πεσὼν εἰς τὴν θάλασσαν τελευτᾷ, καὶ ἐκβρασθέντα θάπτει Θέτις ἐν Μυκόνῳ. [7]

τῶν δὲ ἄλλων Εὐβοίᾳ προσφερομένων νυκτὸς Ναύπλιος ἐπὶ τοῦ Καφηρέως ὄρους πυρσὸν ἀνάπτει: οἱ δὲ νομίσαντες εἶναί τινας τῶν σεσωσμένων προσπλέουσι, καὶ περὶ τὰς Καφηρίδας πέτρας θραύεται τὰ σκάφη καὶ πολλοὶ τελευτῶσιν. [8] γὰρ τοῦ Ναυπλίου καὶ Κλυμένης τῆς Κατρέως υἱὸς Παλαμήδης ἐπιβουλαῖς Ὀδυσσέως λιθοβοληθεὶς ἀναιρεῖται. τοῦτο μαθὼν Ναύπλιος ἔπλευσε πρὸς τοὺς Ἕλληνας καὶ τὴν τοῦ παιδὸς ἀπῄτει ποινήν: [9] ἄπρακτος δὲ ὑποστρέψας, ὡς πάντων χαριζομένων τῷ βασιλεῖ Ἀγαμέμνονι, μεθ᾽ οὗ τὸν Παλαμήδην ἀνεῖλεν Ὀδυσσεύς, παραπλέων τὰς χώρας τὰς Ἑλληνίδας παρεσκεύασε τὰς τῶν Ἑλλήνων γυναῖκας μοιχευθῆναι, Κλυταιμνήστραν Αἰγίσθῳ, Αἰγιάλειαν τῷ Σθενέλου Κομήτῃ, τὴν Ἰδομενέως Μήδαν ὑπὸ Λεύκου: [10] ἣν καὶ ἀνεῖλε Λεῦκος ἅμα Κλεισιθύρᾳ τῇ θυγατρὶ ταύτης ἐν τῷ ναῷ προσφυγούσῃ, καὶ δέκα πόλεις ἀποσπάσας τῆς Κρήτης ἐτυράννησε: καὶ μετὰ τὸν Τρωικὸν πόλεμον καὶ τὸν Ἰδομενέα κατάραντα τῇ Κρήτῃ ἐξήλασε. [11] ταῦτα πρότερον κατασκευάσας Ναύπλιος, ὕστερον μαθὼν τὴν εἰς τὰς πατρίδας τῶν Ἑλλήνων ἐπάνοδον, τὸν εἰς τὸν Καφηρέα, νῦν δὲ Ξυλοφάγον λεγόμενον, ἀνῆψε φρυκτόν: ἔνθα προσπελάσαντες Ἕλληνες ἐν τῷ δοκεῖν λιμένα εἶναι διεφθάρησαν. [12]

Νεοπτόλεμος δὲ μείνας ἐν Τενέδῳ δύο ἡμέρας ὑποθήκαις τῆς Θέτιδος εἰς Μολοσσοὺς πεζῇ ἀπῄει μετὰ Ἑλένου, καὶ παρὰ τὴν ὁδὸν ἀποθανόντα Φοίνικα θάπτει, καὶ νικήσας μάχῃ Μολοσσοὺς βασιλεύει, καὶ ἐξ Ἀνδρομάχης γεννᾷ Μολοσσόν. [13] Ἕλενος δὲ κτίσας ἐν τῇ Μολοσσίᾳ πόλιν κατοικεῖ, καὶ δίδωσιν αὐτῷ Νεοπτόλεμος εἰς γυναῖκα τὴν μητέρα Δηιδάμειαν. Πηλέως δὲ ἐκ Φθίας ἐκβληθέντος ὑπὸ τῶν Ἀκάστου παίδων καὶ ἀποθανόντος, Νεοπτόλεμος τὴν βασιλείαν τοῦ πατρὸς παρέλαβε. [14] καὶ μανέντος Ὀρέστου ἁρπάζει τὴν ἐκείνου γυναῖκα Ἑρμιόνην κατηγγυημένην αὐτῷ πρότερον ἐν Τροίᾳ, καὶ διὰ τοῦτο ἐν Δελφοῖς ὑπὸ Ὀρέστου κτείνεται. ἔνιοι δὲ αὐτόν φασι παραγενόμενον εἰς Δελφοὺς ἀπαιτεῖν ὑπὲρ τοῦ πατρὸς τὸν Ἀπόλλωνα δίκας καὶ συλᾶν τὰ ἀναθήματα καὶ τὸν νεὼν ἐμπιμπράναι, καὶ διὰ τοῦτο ὑπὸ Μαχαιρέως τοῦ Φωκέως ἀναιρεθῆναι. [15]

ὅτι πλανηθέντες Ἕλληνες ἄλλοι ἀλλαχοῦ κατάραντες κατοικοῦσιν, οἱ μὲν εἰς Λιβύην, οἱ δὲ εἰς Ἰταλίαν, εἰς Σικελίαν ἕτεροι, τινὲς δὲ πρὸς τὰς πλησίον Ἰβηρίας νήσους, ἄλλοι παρὰ τὸν Σαγγάριον ποταμόν: εἰσὶ δὲ οἳ καὶ Κύπρον ᾤκησαν.τῶν δὲ ναυαγησάντων περὶ τὸν Καφηρέα ἄλλος ἀλλαχῆ φέρεται, Γουνεὺς μὲν εἰς Λιβύην, Ἄντιφος δὲ Θεσσαλοῦ εἰς Πελασγοὺς καὶ τὴν χώραν κατασχὼν Θεσσαλίαν ἐκάλεσεν, δὲ Φιλοκτήτης πρὸς Ἰταλίαν εἰς Καμπανούς, Φείδιππος μετὰ τῶν Κῴων ἐν Ἄνδρῳ κατῴκησεν, Ἀγαπήνωρ ἐν Κύπρῳ, καὶ ἄλλος ἀλλαχοῦ. [15α]

Ἀπολλόδωρος δὲ καὶ οἱ λοιποὶ οὕτω φασί: Γουνεὺς εἰς Λιβύην λιπὼν τὰς ἑαυτοῦ ναῦς ἐλθὼν ἐπὶ Κίνυφα ποταμὸν κατοικεῖ. Μέγης δὲ καὶ Πρόθοος ἐν Εὐβοίᾳ περὶ τὸν Καφηρέα σὺν πολλοῖς ἑτέροις διαφθείρεται ... τοῦ δὲ Προθόου περὶ τὸν Καφηρέα ναυαγήσαντος, οἱ σὺν αὐτῷ Μάγνητες εἰς Κρήτην ῥιφέντες ᾤκησαν.

Tzetzes, Scholia on Lycophron, 902
[15β]

μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Μενεσθεὺς Φείδιππός τε καὶ Ἄντιφος καὶ οἱ Ἐλεφήνορος καὶ Φιλοκτήτης μέχρι Μίμαντος κοινῇ ἔπλευσαν. εἶτα Μενεσθεὺς μὲν εἰς Μῆλον ἐλθὼν βασιλεύει, τοῦ ἐκεῖ βασιλέως Πολυάνακτος τελευτήσαντος. Ἄντιφος δὲ Θεσσαλοῦ εἰς Πελασγοὺς ἐλθὼν καὶ τὴν χώραν κατασχὼν Θεσσαλίαν ἐκάλεσε. Φείδιππος δὲ μετὰ Κῴων ἐξωσθεὶς περὶ τὴν Ἄνδρον, εἶτα περὶ Κύπρον ἐκεῖ κατῴκησεν. Ἐλεφήνορος δὲ ἀποθανόντος ἐν Τροίᾳ, οἱ σὺν αὐτῷ ἐκριφέντες περὶ τὸν Ἰόνιον κόλπον Ἀπολλωνίαν ᾤκησαν τὴν ἐν Ἠπείρῳ. καὶ οἱ τοῦ Τληπολέμου προσίσχουσι Κρήτῃ, εἶτα ὑπ᾽ ἀνέμων ἐξωσθέντες περὶ τὰς Ἰβηρικὰς νήσους ᾤκησαν ... οἱ τοῦ Πρωτεσιλάου εἰς Πελλήνην ἀπερρίφησαν πλησίον πεδίου Κανάστρου. Φιλοκτήτης δὲ ἐξώσθη εἰς Ἰταλίαν πρὸς Καμπανοὺς καὶ πολεμήσας Λευκανοὺς πλησίον Κρότωνος καὶ Θουρίου Κρίμισσαν κατοικεῖ: καὶ παυθεὶς τῆς ἄλης Ἀλαίου Ἀπόλλωνος ἱερὸν κτίζει, καὶ τὸ τόξον αὑτοῦ ἀνέθηκεν, ὥς φησιν Εὐφορίων.

Tzetzes, Scholia on Lycophron, 911
[15ξ]

Ναύαιθος ποταμός ἐστιν Ἰταλίας: ἐκλήθη δὲ οὕτω κατὰ μὲν Ἀπολλόδωρον καὶ τοὺς λοιπούς, ὅτι μετὰ τὴν Ἰλίου ἅλωσιν αἱ Λαομέδοντος θυγατέρες, Πριάμου δὲ ἀδελφαί, Αἴθυλλα Ἀστυόχη Μηδεσικάστη μετὰ τῶν λοιπῶν αἰχμαλωτίδων ἐκεῖσε γεγονυῖαι τῆς Ἰταλίας, εὐλαβούμεναι τὴν ἐν τῇ Ἑλλάδι δουλείαν τὰ σκάφη ἐνέπρησαν, ὅθεν ποταμὸς Ναύαιθος ἐκλήθη καὶ αἱ γυναῖκες Ναυπρήστιδες: οἱ δὲ σὺν αὐταῖς Ἕλληνες ἀπολέσαντες τὰ σκάφη ἐκεῖ κατῴκησαν>.

Tzetzes, Scholia on Lycophron, 921
[16]

Δημοφῶν δὲ Θρᾳξὶ Βισάλταις μετ᾽ ὀλίγων νεῶν προσίσχει, καὶ αὐτοῦ ἐρασθεῖσα Φυλλὶς θυγάτηρ τοῦ βασιλέως ἐπὶ προικὶ τῇ βασιλείᾳ συνευνάζεται ὑπὸ τοῦ πατρός. δὲ βουλόμενος εἰς τὴν πατρίδα ἀπιέναι, πολλὰ δεηθεὶς ὀμόσας ἀναστρέψειν ἀπέρχεται: καὶ Φυλλὶς αὐτὸν ἄχρι τῶν Ἐννέα ὁδῶν λεγομένων προπέμπει καὶ δίδωσιν αὐτῷ κίστην, εἰποῦσα ἱερὸν τῆς μητρὸς Ῥέας ἐνεῖναι, καὶ ταύτην μὴ ἀνοίγειν, εἰ μὴ ὅταν ἀπελπίσῃ τῆς πρὸς αὐτὴν ἀνόδου. [17] Δημοφῶν δὲ ἐλθὼν εἰς Κύπρον ἐκεῖ κατῴκει. καὶ τοῦ τακτοῦ χρόνου διελθόντος Φυλλὶς ἀρὰς θεμένη κατὰ Δημοφῶντος ἑαυτὴν ἀναιρεῖ: Δημοφῶν δὲ τὴν κίστην ἀνοίξας φόβῳ κατασχεθεὶς ἄνεισιν ἐπὶ τὸν ἵππον καὶ τοῦτον ἐλαύνων ἀτάκτως ἀπόλλυται: τοῦ γὰρ ἵππου σφαλέντος κατενεχθεὶς ἐπὶ τὸ ξίφος ἔπεσεν. οἱ δὲ σὺν αὐτῷ κατῴκησαν ἐν Κύπρῳ. [18]

Ποδαλείριος δὲ ἀφικόμενος εἰς Δελφοὺς ἐχρᾶτο ποῦ κατοικήσει: χρησμοῦ δὲ δοθέντος, εἰς ἣν πόλιν τοῦ περιέχοντος οὐρανοῦ πεσόντος οὐδὲν πείσεται, τῆς Καρικῆς Χερρονήσου τὸν πέριξ οὐρανοῦ κυκλούμενον ὄρεσι τόπον κατῴκησεν. [19]

Ἀμφίλοχος δὲ Ἀλκμαίωνος, κατά τινας ὕστερον παραγενόμενος εἰς Τροίαν, κατὰ τὸν χειμῶνα ἀπερρίφη πρὸς Μόψον, καί, ὥς τινες λέγουσιν, ὑπὲρ τῆς βασιλείας μονομαχοῦντες ἔκτειναν ἀλλήλους. [20]

Λοκροὶ δὲ μόλις τὴν ἑαυτῶν καταλαβόντες, ἐπεὶ μετὰ τρίτον ἔτος τὴν Λοκρίδα κατέσχε φθορά, δέχονται χρησμὸν ἐξιλάσασθαι τὴν ἐν Ἰλίῳ Ἀθηνᾶν καὶ δύο παρθένους πέμπειν ἱκέτιδας ἐπὶ ἔτη χίλια. καὶ λαγχάνουσι πρῶται Περίβοια καὶ Κλεοπάτρα. [21] αὗται δὲ εἰς Τροίαν ἀφικόμεναι, διωκόμεναι παρὰ τῶν ἐγχωρίων εἰς τὸ ἱερὸν κατέρχονται: καὶ τῇ μὲν θεᾷ οὐ προσήρχοντο, τὸ δὲ ἱερὸν ἔσαιρόν τε καὶ ἔρραινον: ἐκτὸς δὲ τοῦ νεὼ οὐκ ἐξῄεσαν, κεκαρμέναι δὲ ἦσαν καὶ μονοχίτωνες καὶ ἀνυπόδετοι. [22] τῶν δὲ πρώτων ἀποθανουσῶν ἄλλας ἔπεμπον: εἰσῄεσαν δὲ εἰς τὴν πόλιν νύκτωρ, ἵνα μὴ φανεῖσαι τοῦ τεμένους ἔξω φονευθῶσι: μετέπειτα δὲ βρέφη μετὰ τροφῶν ἔπεμπον. χιλίων δὲ ἐτῶν παρελθόντων μετὰ τὸν Φωκικὸν πόλεμον ἱκέτιδας ἐπαύσαντο πέμποντες. [23]

Ἀγαμέμνων δὲ καταντήσας εἰς Μυκήνας μετὰ Κασάνδρας ἀναιρεῖται ὑπὸ Αἰγίσθου καὶ Κλυταιμνήστρας: δίδωσι γὰρ αὐτῷ χιτῶνα ἄχειρα καὶ ἀτράχηλον, καὶ τοῦτον ἐνδυόμενος φονεύεται, καὶ βασιλεύει Μυκηνῶν Αἴγισθος: κτείνουσι δὲ καὶ Κασάνδραν. [24] Ἠλέκτρα δὲ μία τῶν Ἀγαμέμνονος θυγατέρων Ὀρέστην τὸν ἀδελφὸν ἐκκλέπτει καὶ δίδωσι Στροφίῳ Φωκεῖ τρέφειν, δὲ αὐτὸν ἐκτρέφει μετὰ Πυλάδου παιδὸς ἰδίου. τελειωθεὶς δὲ Ὀρέστης εἰς Δελφοὺς παραγίνεται καὶ τὸν θεὸν ἐρωτᾷ, εἰ τοὺς αὐτόχειρας τοῦ πατρὸς μετέλθοι. [25] τοῦτο δὲ τοῦ θεοῦ ἐπιτρέποντος ἀπέρχεται εἰς Μυκήνας μετὰ Πυλάδου λαθραίως καὶ κτείνει τήν τε μητέρα καὶ τὸν Αἴγισθον, καὶ μετ᾽ οὐ πολὺ μανίᾳ κατασχεθεὶς ὑπὸ Ἐρινύων διωκόμενος εἰς Ἀθήνας παραγίνεται καὶ κρίνεται ἐν Ἀρείῳ πάγῳ,ὡς μὲν λέγουσί τινες ὑπὸ Ἐρινύων, ὡς δέ τινες ὑπὸ Τυνδάρεω, ὡς δέ τινες ὑπὸ Ἠριγόνης τῆς Αἰγίσθου καὶ Κλυταιμνήστρας, καὶ κριθεὶς ἴσων γενομένων τῶν ψήφων ἀπολύεται. [26]

ἐρομένῳ δὲ αὐτῷ, πῶς ἂν ἀπαλλαγείη τῆς νόσου, θεὸς εἶπεν, εἰ τὸ ἐν Ταύροις ξόανον μετακομίσειεν.οἱ δὲ Ταῦροι μοῖρά ἐστι Σκυθῶν, οἳ τοὺς ξένους φονεύουσι καὶ εἰς τὸ ἱερὸν πῦρ ῥίπτουσι. τοῦτο ἦν ἐν τῷ τεμένει διά τινος πέτρας ἀναφερόμενον ἐξ Ἅιδου. [27] παραγενόμενος οὖν εἰς Ταύρους Ὀρέστης μετὰ Πυλάδου φωραθεὶς ἑάλω καὶ ἄγεται πρὸς Θόαντα τὸν βασιλέα δέσμιος, δὲ ἀμφοτέρους πρὸς τὴν ἱέρειαν ἀποστέλλει. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῆς ἀδελφῆς ἱερὰ ποιούσης ἐν Ταύροις, ἄρας τὸ ξόανον σὺν αὐτῇ φεύγει.κομισθὲν δὲ εἰς Ἀθήνας νῦν λέγεται τὸ τῆς Ταυροπόλου: ἔνιοι δὲ αὐτὸν κατὰ χειμῶνα προσενεχθῆναι τῇ νήσῳ Ῥόδῳ λέγουσιν ... αὐτὸν καὶ κατὰ χρησμὸν ἐν τείχει καθοσιωθῆναι. [28] καὶ δὴ ἐλθὼν εἰς Μυκήνας Πυλάδῃ μὲν τὴν ἀδελφὴν Ἠλέκτραν συζεύγνυσιν, αὐτὸς δὲ γήμας Ἑρμιόνην, κατά τινας Ἠριγόνην, τεκνοῖ Τισαμενόν,καὶ δηχθεὶς ὑπὸ ὄφεως ἐν Ὀρεστείῳ τῆς Ἀρκαδίας θνήσκει. [29]

Μενέλαος δὲ πέντε ναῦς τὰς πάσας ἔχων μεθ᾽ ἑαυτοῦ προσσχὼν Σουνίῳ τῆς Ἀττικῆς ἀκρωτηρίῳ κἀκεῖθεν εἰς Κρήτην ἀπορριφεὶς πάλιν ὑπὸ ἀνέμων μακρὰν ἀπωθεῖται, καὶ πλανώμενος ἀνά τε Λιβύην καὶ Φοινίκην καὶ Κύπρον καὶ Αἴγυπτον πολλὰ συναθροίζει χρήματα. καὶ κατά τινας εὑρίσκεται παρὰ Πρωτεῖ τῷ τῶν Αἰγυπτίων βασιλεῖ Ἑλένη, μέχρι τότε εἴδωλον ἐκ νεφῶν ἐσχηκότος τοῦ Μενελάου. ὀκτὼ δὲ πλανηθεὶς ἔτη κατέπλευσεν εἰς Μυκήνας, κἀκεῖ κατέλαβεν Ὀρέστην μετεληλυθότα τὸν τοῦ πατρὸς φόνον. ἐλθὼν δὲ εἰς Σπάρτην τὴν ἰδίαν ἐκτήσατο βασιλείαν. καὶἀποθανατισθεὶς ὑπὸ Ἥρας εἰς τὸ Ἠλύσιον ἦλθε πεδίον μεθ᾽ Ἑλένης.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Sir James George Frazer)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: