Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[32]
καὶ μὴ πατάξαι Κόνωνα Ἀρίστωνα’, ὡς ὑμᾶς εὐθέως πιστεύσοντας, τὸ δ᾽ ἀληθὲς οὐ λογιουμένους, ὅτι πρῶτον μὲν οὐδέποτ᾽ ἂν οὔθ᾽ ὁ Λυσίστρατος οὔθ᾽ ὁ Πασέας οὔθ᾽ ὁ Νικήρατος οὔθ᾽ ὁ Διόδωρος, οἳ διαρρήδην μεμαρτυρήκασιν ὁρᾶν ὑπὸ Κόνωνος τυπτόμενον ἐμὲ καὶ θοἰμάτιον ἐκδυόμενον καὶ τἄλλ᾽ ὅσ᾽ ἔπασχον ὑβριζόμενον, ἀγνῶτες ὄντες κἀπὸ ταὐτομάτου παραγενόμενοι τῷ πράγματι τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησαν, εἰ μὴ ταῦθ᾽ ἑώρων πεπονθότα: ἔπειτ᾽ αὐτὸς ἐγὼ οὐδέποτ᾽ ἄν, μὴ παθὼν ὑπὸ τούτου ταῦτα, ἀφεὶς τοὺς καὶ παρ᾽ αὐτῶν τούτων ὁμολογουμένους τύπτειν ἐμὲ πρὸς τὸν οὐδ᾽ ἁψάμενον πρῶτον εἰσιέναι προειλόμην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.