Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[300]
οὐδένας γὰρ εἶναι πραοτέρους οὐδὲ κοινοτέρους οὐδ᾽ οἷς οἰκειότερον ἄν τις τὸν ἅπαντα βίον συνδιατρίψειεν οὕτω δὲ μεγάλαις χρῶνται ταῖς ὑπερβολαῖς, ὥστ᾽ οὐδὲ τοῦτ᾽ ὀκνοῦσι λέγειν, ὡς ἥδιον ἂν ὑπ᾽ ἀνδρὸς Ἀθηναίου ζημιωθεῖεν ἢ διὰ τῆς ἑτέρων ὠμότητος εὖ πάθοιεν.οἱ δὲ ταῦτα μὲν διασύρουσι, διεξιόντες δὲ τὰς τῶν συκοφαντῶν πικρότητας καὶ κακοπραγίας ὅλης τῆς πόλεως ὡς ἀμίκτου καὶ χαλεπῆς οὔσης κατηγοροῦσιν.