Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
τῷ ἐν Λυδίᾳ Ἡρακλεῖ: ἑωρακέναι γάρ σέ που εἰ
κὸς γεγραμμένον, τῇ Ὀμφάλῃ δουλεύοντα, πάνυ ἀλλόκοτον
σκευὴν ἐσκευασμένον, ἐκείνην μὲν τὸν λέοντα
αὐτοῦ περιβεβλημένην καὶ τὸ ξύλον ἐν τῇ χειρὶ ἔχουσαν,
ὡς Ἡρακλέα δῆθεν οὖσαν, αὐτὸν δὲ ἐν κροκωτῷ καὶ πορφυρίδι
ἔρια ξαίνοντα καὶ παιόμενον ὑπὸ τῆς Ὀμφάλης
τῷ σανδαλίῳ: καὶ τὸ θέαμα αἴσχιστον, ἀφεστῶσα ἡ ἐσθὴς
τοῦ σώματος καὶ μὴ προσιζάνουσα καὶ τοῦ θεοῦ τὸ ἀνδρῶδες
ἀσχημόνως καταθηλυνόμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.