Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ἁγίων ἐξείργουσιν
ἱερῶν, ἀσφαλῆ καταφυγὴν τοῖς ἱκέταις διδόντες. εἰκὸς μὲν οὖν ἐστι καὶ
τὸν ἱερέα τοῦ Διὸς ὥσπερ ἔμψυχον καὶ ἱερὸν καὶ ἄγαλμα 1 καταφύξιμον
ἀνεῖσθαι τοῖς δεομένοις καὶ ἱκετεύουσι,
μηδενὸς ἀπείργοντος μηδ᾽ ἐκφοβοῦντος. διὸ κλινίδιον μὲν ἦν αὐτοῦ
κείμενον ἐν τῷ θυρῶνι τῆς οἰκίας: ὁ δὲ προσπεσὼν τοῖς γόνασι τὴν
ἡμέραν ἐκείνην ἄδειαν εἶχε πληγῶν καὶ κολάσεως: εἰ δὲ δεσμώτης φθαίη
προσελθών, ἐλύετο: τοὺς δὲ δεσμοὺς ἐκτὸς οὐ
κατὰ θύρας ἀλλ᾽ ὑπὲρ τοῦ στέγους ἀπερρίπτουν. οὐδὲν οὖν ὄφελος ἦν
οὕτως αὑτὸν ἥμερον παρέχειν καὶ φιλάνθρωπον, εἰ κύων προειστήκει
δεδιττόμενος καὶ ἀπερύκων τοὺς προσφυγεῖν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.