Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ δὲ τούτου πυθέσθαι περὶ τῆς λάρνακος, ὡς πρὸς τὴν Βύβλου 1
χώραν ὑπὸ τῆς θαλάσσης ἐκκυμανθεῖσαν αὐτὴν ἐρείκῃ τινὶ μαλθακῶς ὁ
κλύδων προσέμιξεν ἡ δ᾽ ἐρείκη κάλλιστον ἔρνος ὀλίγῳ χρόνῳ καὶ μέγιστον ἀναδραμοῦσα περιέπτυξε καὶ περιέφυ [p. 486] καὶ ἀπέκρυψεν ἐντὸς ἑαυτῆς: θαυμάσας δ᾽᾽ ὁ βασιλεὺς
τοῦ φυτοῦ τὸ μέγεθος καὶ περιτεμὼν τὸν περιέχοντα τὴν σορὸν οὐχ ὁρωμένην
κορμὸν 2
ἔρεισμα τῆς στέγῃ ὑπέστησε. ταῦτά τε πνεύματί φασι δαιμονίῳ φήμης
πυθομένην τὴν Ἶσιν εἰς Βύβλον ἀφικέσθαι,
καὶ καθίσασαν ἐπὶ κρήνης ταπεινὴν καὶ δεδακρυμένην ἄλλῳ μὲν μηδενὶ
προσδιαλέγεσθαι, τῆς δὲ βασιλίδος τὰς θεραπαινίδας ἀσπάζεσθαι καὶ
φιλοφρονεῖσθαι τήν τε κόμην παραπλέκουσαν αὐτῶν καὶ τῷ χρωτὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.