previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πληρώματα καὶ συλλήβδην ἔστιν εἰπεῖν τὴν ἀξίαν τοῖς βουλομένοις μεταχειρίζεσθαι δώσομεν: καὶ ὧν νηφόντων κατεγνώκαμεν, τούτοις μεθύουσι πιστεύσομεν;

καὶ μὴν οὐδ᾽ καιρὸς παιδευόντων, ἀλλὰ παιζόντων εἰ μὲν βούλεσθε τῶν Διονυσίων, εἰ δὲ βούλεσθε, [p. 757] τῶν σάμων τῶν ἱερῶν καὶ τῶν παννυχίδων. ὥστε πῶς εἰκὸς ἐν τῶν ὄντων διδασκάλων τοὺς παῖδας ἀφίεμεν, ἐν τούτῳ τοὺς μηδὲν προσήκοντας καὶ τοὺς ἑαυτοὺς εἰσποιοῦντας ἐφιστάναι, καὶ μηδὲ παρ᾽ αὐτοῦ τοῦ τόπου δύνασθαι μαθεῖν ὅτι ἄλογος προσποίησις. δεῖ γὰρ τόν γε διδάσκαλον οὐκ εἰς τὰ θέατρα βαδίζειν κἀκεῖ νουθετεῖν: ταῦτα μὲν γὰρ ταῖς ἡδοναῖς καὶ ταῖς ψυχαγωγίαις ἀνάκειται: ἀλλ᾽ εἰσὶ τόποι δήπουθεν ἐπώνυμοι τοῦ προσρήματος, οὗ δεῖ φιλοσοφεῖν, καὶ οὐδ᾽ ἐν τούτοις τοῦτον, οἶμαι, τὸν τρόπον χλευάζοντα καὶ κακῶς ἀνέδην ἀγορεύοντα, ἀλλ᾽ ὡς χρὴ τοὺς ἐλευθέρους παιδεύοντα καὶ προδιδάσκοντα πρὸς τοῖς ἄλλοις καὶ τὴν ἀσχημοσύνην φυλάττεσθαι. καὶ μὴν εἰ μὲν τοὺς ἀσελγαίνοντας κωμῳδοῦντες τῶν ἄλλων ἀπείχοντο, τάχ᾽ ἄν τις λόγος ἦν: νῦν δὲ ἄρχεται μὲν τὸ πρᾶγμα ἀπ᾽ ἀρχῆς εὐπροσώπου, τελευτᾷ δὲ εἰς καλὸν οὐδαμῶς. πολλοὶ μὲν γὰρ οὐδὲν προσῆκον αὐτοῖς ἀκούουσι κακῶς, εἰσὶ δ᾽ οἳ καὶ μηδένα λανθάνοντες ὅμως τὴν ἐν τῷ μέσῳ λοιδορίαν διαφεύγουσι. διὰ τί; ὅτι οὐ διδασκάλων οὐδὲ σωφρονιστῶν οὐδὲ βελτίους ποιεῖν βουλομένων τρόποις χρῶνται, αὑτοὺς γὰρ ἂν πρότερον ἐποίησαν βελτίους, ἀλλὰ καὶ πρὸς ἔχθραν καὶ πρὸς χάριν τὴν ἑτέρων, τὸν μὲν ἀργύριον αἰτήσαντες οὐ τυχόντες, τοῦ δ᾽ ἐρασθέντες οὐ πείσαντες, οὕτω ψέγουσι, καὶ πάλιν αὖ σιωπῶσι διὰ θάτερα, ὥστε οὐ τοὺς αἰσχρῶς ζῶντας φανεροὺς καθιστᾶσι. σκέψασθε δ᾽ οὑτωσὶ, τίνας μάλιστ᾽ εἰκὸς ἐξωνεῖσθαι τὰς κακηγορίας; ἆρ᾽ οὐ τοὺς τὰ τοιαῦτα συνειδότας ἑαυτοῖς φαίητ᾽ ἄν; τίνας δ᾽ ὡς ἥκιστα τούτων φροντίζειν; ἆρ᾽ οὐχ οἵτινες αὑτοῖς καὶ τοῖς βεβιωμένοις θαρροῦσι; δῆλόν που. οὐκοῦν τἀναντία [p. 758] τῆς ὑποσχέσεως γίγνεται, οἱ μὲν ἀσελγεῖς καὶ αἰσχροὶ ἀθῶοι τῷ λόγῳ, κωμῳδοῦνται δ᾽ οὓς ἥκιστα δεῖ. φέρε δὴ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: