Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
καὶ ἔροινθ᾽ ὑμᾶς, ‘ἄνδρες Ἀθηναῖοι, πέμπεθ᾽ ὡς ἡμᾶς ἑκάστοτε πρέσβεις, καὶ λέγεθ᾽ ὡς ἐπιβουλεύει Φίλιππος ἡμῖν καὶ πᾶσι τοῖς Ἕλλησι, καὶ ὡς φυλάττεσθαι δεῖ τὸν ἄνθρωπον, καὶ πάντα τὰ τοιαυτί;’ ἀνάγκη φάσκειν καὶ ὁμολογεῖν: ποιοῦμεν γὰρ ταῦτα. ‘εἶτ᾽, ὦ πάντων ἀνθρώπων φαυλότατοι, δέκα μῆνας ἀπογενομένου τἀνθρώπου καὶ νόσῳ καὶ χειμῶνι καὶ πολέμοις ἀποληφθέντος ὥστε μὴ ἂν δύνασθαι ἐπανελθεῖν οἴκαδε,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.