Click on a word to bring up parses, dictionary entries, and frequency statistics
χρυσίον μὲν πολὺ διδόντος οὐκ ἔλαβε: τῇ δ᾽ ὑστεραίᾳ τὸν μέγιστον ἐλέφαντα τοῦ Πύρρου παρασκευάσαντος ἐξόπισθεν ἀγνοοῦντι τῷ Φαβρικίῳ [p. 64] ῥήξαντα φωνὴν ἐπιφανῆναι: καὶ τούτου γενομένου, ἐπιστραφεὶς ὁ Φαβρίκιος καὶ μειδιάσας ‘ἐμέ’ εἶπεν ‘οὔτε τὸ χρυσίον ἐχθὲς οὔτε σήμερον τὸ θηρίον ἐξέπληξε.’
τοῦ δὲ Πύρρου παρακαλοῦντος αὐτὸν εἶναι σὺν αὐτῷ καὶ τὴν μετ᾽ αὐτὸν ἔχειν ἡγεμονίαν ‘οὐδὲ σοί’ ἔφη ‘τοῦτο λυσιτελές ἐστιν: Ἠπειρῶται γὰρ ἐὰν ἀμφοτέρους γνῶσιν ἡμᾶς, ὑπ᾽ ἐμοῦ βασιλεύεσθαι μᾶλλον ἢ σοῦ ἐθελήσουσιν.’
ὑπατεύοντι δὲ τῷ Φαβρικίῳ προσέπεμψεν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.