Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐδικαίωσε τὸν μὲν Ὀδυσσέα μεταναστῆναι καὶ
φεύγειν ἐκ τῆς Κεφαλληνίας καὶ Ζακύνθου καὶ
[p. 192] Ἰθάκης ἐφ᾽ αἵματι, τοὺς δὲ τῶν μνηστήρων ἑταίρους καὶ οἰκείους ἀποφέρειν ποινὴν Ὀδυσσεῖ τῶν
εἰς τὸν οἶκον ἀδικημάτων καθ᾽
ἕκαστον ἐνιαυτόν. αὐτὸς μὲν οὖν εἰς
Ἰταλίαν1 μετέστη: τὴν δὲ ποινὴν
τῷ υἱεῖ καθιερώσας ἀποφέρειν ἐν ἐκέλευσε τοὺς
Ἰθακησίους. ἦν δὲ ἄλφιτα οἶνος κηρία ἔλαιον ἅλες ἱερεῖα πρεσβύτερα ‘φαγίλων :’
‘φάγιλον δὲ’
φησιν Ἀριστοτέλης τὸν ἀμνὸν εἶναι. τοὺς δὲ περὶ Εὔμαιον ἐλευθερώσας ὁ Τηλέμαχος κατέμειξεν εἰς τοὺς πολίτας, καὶ τὸ γένος ἐστὶ Κολιαδῶν2 ἀπ᾽ Εὐμαίου καὶ Βουκολιδῶν3 ἀπὸ Φιλοιτίου.
‘τίς ἡ ξυλίνη κύων παρὰ Λοκροῖς;’