previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἤδη ἄγονται πρὸς τῶν ἡμέρων. ὅσοι δὲ νήπιοι αὐτῶν διὰ κακότητα οὐκ ἄξιοι ἐκτῆσθαι, τούτους ἐῶσιν ἀπαλλάσσεσθαι ἐς τὰ σφέτερα ἤθεα. [2] ἄγοντες δὲ ἐς τὰς κώμας τοὺς ἁλόντας τοῦ τε χλωροῦ καλάμου καὶ τῆς ποίης τὰ πρῶτα ἐμφαγεῖν ἔδοσαν, [3] οἳ δὲ ὑπὸ ἀθυμίης οὐκ ἐθέλουσιν οὐδὲν σιτέεσθαι, τοὺς δὲ περιιστάμενοι οἱ Ἰνδοὶ ᾠδῇσί τε καὶ τυμπάνοισι καὶ κυμβάλοισιν κρούοντές τε καὶ ἐπᾴδοντες κατευνάζουσι. [4] θυμόσοφον γὰρ εἴπερ τι ἄλλο θηρίον ἐλέφας, καί τινες ἤδη αὐτῶν τοὺς ἀμβάτας σφῶν ἐν πολέμῳ ἀποθανόντας ἄραντες αὐτοὶ ἐξήνεγκαν ἐς ταφήν, οἳ δὲ καὶ ὑπερήσπισαν κειμένους, οἳ δὲ καὶ πεσόντων προεκινδύνευσαν, δέ τις πρὸς ὀργὴν ἀποκτείνας τὸν ἀμβάτην ὑπὸ μετανοίης τε καὶ ἀθυμίης ἀπέθανεν. [5] εἶδον δὲ ἐγὼ καὶ κυμβαλίζοντα ἤδη ἐλέφαντα καὶ ἄλλους ὀρχεομένους, κυμβάλου τῷ κυμβαλίζοντι πρὸς τοῖν σκελοῖν τοῖν ἔμπροσθε προσηρτημένου, καὶ πρὸς τῇ προβοσκίδι καλεομένῃ ἄλλο κύμβαλον: [6] δὲ ἐν μέρεϊ τῇ προβοσκίδι ἔκρουε τὸ κύμβαλον ἐν ῥυθμῷ πρὸς ἑκατέροιν τοῖν σκελοῖν, οἳ δὲ ὀρχεόμενοι ἐν κύκλῳ τε ἐχόρευον, καὶ ἐπαίροντές τε καὶ ἐπικάμπτοντες τὰ ἔμπροσθε [p. 19] σκέλεα ἐν τῷ μέρεϊ ἐν ῥυθμῷ καὶ οὗτοι ἔβαινον, κατ᾽ ὅτι κυμβαλίζων σφίσιν ὑπηγέετο. [7] βαίνεται δὲ ἐλέφας ἦρος ὥρῃ, κατάπερ βοῦς ἵππος, ἐπεὰν τῇσι θηλέῃσιν αἱ παρὰ τοῖσι κροτάφοισιν ἀναπνοαὶ ἀνοιχθεῖσαι ἐκπνέωσι. κύει δὲ τοὺς ἐλαχίστους μὲν ἑκκαίδεκα μῆνας, τοὺς πλείστους δὲ ὀκτωκαίδεκα. τίκτει δὲ ἕν, κατάπερ ἵππος, καὶ τοῦτο ἐκτρέφει τῷ γάλακτι ἐς ἔτος ὄγδοον. [8] ζῴουσι δὲ ἐλεφάντων οἱ πλεῖστα ἔτεα ζῴοντες ἐς διηκόσια, πολλοὶ δὲ νούσῳ προτελευτέουσιν. [9] καὶ ἔστιν αὐτοῖσι τῶν μὲν ὀφθαλμῶν ἴημα βόειον γάλα ἐγχεόμενον, πρὸς δὲ τὰς ἄλλας νούσους μέλας οἶνος πινόμενος, ἐπὶ δὲ τοῖσιν ἕλκεσι ὕεια κρέα ὀπτεύμενα καὶ καταπλασσόμενα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: