Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
οντες
καὶ ἀναπείθοντες προσήγοντο. τέλος δὲ τοῦ Σύλλα μετὰ σπειρῶν εἴκοσι προσελθόντος ἐγγὺς οἱ μὲν ἠσπάσαντο τοὺς τοῦ Σκηπίωνος, οἱ δὲ ἀντασπασάμενοι προσεχώρησαν ὁ δὲ Σκηπίων ἔρημος ἐν τῇ σκηνῇ ληφθεὶς ἠφείθη, Σύλλας δὲ ταῖς εἴκοσι σπείραις ὥσπερ ἠθάσιν ὄρνισι τεσσαράκοντα τὰς τῶν πολεμίων παλεύσας ἀπήγαγεν εἰς τὸ στρατόπεδον ἅπαντας, ὅτε καὶ Κάρβωνά φασιν εἰπεῖν ὡς ἀλώπεκι καὶ λέοντι πολεμῶν ἐν τῇ Σύλλα ψυχῇ κατοικοῦσιν ὑπὸ τῆς ἀλώπεκος ἀνιῷτο μᾶλλον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.