Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ περισσοὶ δὲ
μιγνύμενοι περισσοῖς ἀρτίους πολλοὺς διὰ τὸ πάντῃ γόνιμον ἀποτελοῦσι.
τὰς δ᾽ ἄλλας οὐκ ἄν τις ἐν καιρῷ νῦν
ἐπεξίοι δυνάμεις καὶ διαφορὰς τῶν ἀριθμῶν. ὡς οὖν ἄρρενός τε τοῦ
πρώτου καὶ θήλεος ὁμιλίᾳ 1 τὰ πέντε γιγνόμενα γάμον οἱ Πυθαγόρειοι
προσεῖπον. ἔστι δ᾽ καὶ φύσις λέλεκται τῷ περὶ αὑτὸν 2 πολυπλασιασμῷ
πάλιν εἰς ἑαυτὸν περαίνων. ὡς γὰρ ἡ
φύσις λαβοῦσα πυρὸν ἐν σπέρματι καὶ χεαμένη πολλὰ μὲν ἐν μέσῳ φύει
[p. 11] σχήματα καὶ εἴδη, δι᾽ ὧν ἐπὶ τέλος ἐξάγει τὸ
ἔργον, ἐπὶ πᾶσι δὲ πυρὸν ἀνέδειξεν ἀποδοῦσα τὴν ἀρχὴν ἐν τῷ
τέλει τοῦ παντός: οὕτω τῶν λοιπῶν ἀριθμῶν, ὅταν αὑτοὺς
πολλαπλασιάσωσιν , εἰς ἑτέρους τελευτώντων
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.