previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΕΙΣ ΤΟ ΑΣΚΛΗΠΙΟΥ ΑΓΑΛΜΑ.

ι. εἶτα τὸ μὲν Ἀργῷον σκάφος ἔμφωνον γενέσθαι πειθόμεθα τὸ ὑπὸ τῶν τῆς Ἀθηνᾶς τεχνηθὲν χειρῶν, καὶ τὴν ἐν ἄστροις ἐκληρούχει τύχην, ἄγαλμα δὲ οὐ πιστεύσομεν, εἰς τὰς δυνάμεις Ἀσκληπιὸς ἀνίησι τὸν προνοητικὸν ἐπεισάγων νοῦν, ἐπὶ τὴν ἑαυτοῦ κοινωνίαν τοῦ ἐνοικοῦντος τὴν δύναμιν τρέπειν, ἀλλ᾽ εἰς μὲν ἀνθρώπινα σώματα κατάγεσθαι τὸ θεῖον δώσομεν, ἔνθα καὶ μιανθείη ἂν παθήμασιν, οὐ πιστεύσομεν δέ, εἰ, μηδὲν ἔγγονον κακίας, παραπέφυκεν; ἐμοὶ μὲν οὖν οὐ τύπος εἶναι δοκεῖ τὸ ὁρώμενον, ἀλλὰ τῆς ἀληθείας πλάσμα. ἰδοὺ γάρ, ὡς οὐκ ἀνηθοποίητος τέχνη, ἀλλ᾽ ἐνεικονισμένη τὸν θεὸν εἰς αὐτὸν ἐξίσταται. ὕλη μὲν οὖσα θεοειδὲς ἀναπέμπει νόημα, δημιούργημα δὲ χειρὸς τυγχάνουσα, μὴ δημιουργίαις ἔξεστι, πράττει τεκμήρια ψυχῆς ἀρρήτως ἀποτίκτουσα. πρόσωπον δέ σοι θεασαμένῳ δουλοῦται τὴν αἴσθησιν, οὐ γὰρ εἰς κάλλος ἐπίθετον ἐσχημάτισται, ἀλλὰ [p. 434] πάναγνον καὶ ἵλεων ἀνακινῶν ὄμμα βάθος ἄφατον ὑπαστράπτει σεμνότητος αἰδοῖ μιγείσης. πλοκάμων δὲ ἕλικες ῥεόμενοι χάρισιν οἱ μὲν εἰς νῶτα τεθηλότες ἄφετοι κέχυνται, οἱ δὲ ὑπὲρ μετώπου πρὸς τὰς ὀφρῦς ἐπιβαίνοντες τοῖς ὄμμασιν εἱλοῦνται. οἷον δὲ ἐκ ζωτικῆς αἰτίας καὶ αὐτοὶ καταρδόμενοι εἰς τὴν τῶν βοστρύχων καμπὴν συνελίττονται τῷ νόμῳ τῆς τέχνης μὴ πειθομένης τῆς ὕλης, ἀλλὰ νοούσης, ὅτι σχηματίζει θεὸν καὶ δεῖ δυναστεύειν. τῶν δὲ γινομένων εἰωθότων φθείρεσθαι τοῦ ἀγάλματος ἰδέα ἅτε δὴ τῆς ὑγείας τὴν οὐσίαν ἐν ἑαυτῇ φέρουσα ἀκμὴν ἀνώλεθρον ἐπικτωμένη θάλλει. ἡμεῖς μὲν δή σοι καὶ λόγων, Παιάν, νεαρῶν καὶ μνήμης ἐγγόνων ἀπηρξάμεθα: κελεύεις γάρ, οἶμαι: πρόθυμοι δέ σοι καὶ τὸν νόμον ᾄδειν, εἰ νέμοις ὑγείαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: