Εἲς Ἡρακλέα Λεοντόθυμον
Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγ᾽ ἄριστον
γείνατ᾽ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν
Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι:
ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν
5 πλαζόμενος πομπῇσιν ὕπ᾽ Εὐρυσθῆος ἄνακτος
πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ᾽ ἀνέτλη:
νῦν δ᾽ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου
ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.
χαῖρε, ἄναξ, Διὸς υἱέ: δίδου δ᾽ ἀρετήν τε καὶ ὄλβον.