nicarchus ii
οὐκ ἐν ῾γαστρὶ λαβοῦσα Φιλαίνιον Ἡλιοδώρῳ
θήλειαν τίκτει παῖδ᾽ ἀπὸ ταὐτομάτου.
τοῦ δ᾽ ἐπὶ θηλείῃ λυπουμένου, ἓξ διαλείπει
ἤματα, καὶ τίκτειν ἄρσενα παῖδ᾽ ἔφατο.
οὕτως Βούβαστις καταλύεται: εἰ γὰρ ἑκάστη
τέξεται ὡς αὐτή, τίς θεοῦ ἐστι λόγος;