This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[88]
δεῖ δὴ τοῦτο τὸ πρᾶγμ᾽ ὑμᾶς οὑτωσὶ σκέψασθαι, καὶ λογίσασθαι τί ποτ᾽ ἔσθ᾽ ὃ παθὼν Μειδίας οὕτως ὠμὸν τηλικαύτην ἐπεβούλευσε λαβεῖν τῶν πεπραγμένων παρ᾽ ἀνδρὸς πολίτου δίκην, κἂν μὲν ᾖ τι δεινὸν ὡς ἀληθῶς καὶ ὑπερφυές, συγγνώμην ἔχειν, ἐὰν δὲ μηδέν, θεάσασθε τὴν ἀσέλγειαν καὶ τὴν ὠμότητα, ᾗ καθ᾽ ἁπάντων χρῆται τῶν ἐντυγχανόντων. τί οὖν ἔσθ᾽ ὃ πέπονθεν; μεγάλην νὴ Δί᾽ ὦφλε δίκην καὶ τοσαύτην ὥστ᾽ ἀποστερεῖσθαι τῶν ὄντων. ἀλλὰ χιλίων ἡ δίκη μόνον ἦν δραχμῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.