Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[116]
καὶ οὐκ ἀπέχρησεν ὑπὲρ τῶν μελλόντων αὐτῷ ταῦτ᾽ ἀδικεῖν, ἀλλὰ καὶ εἴ τις ἄρ᾽ ἠδικηκὼς καὶ κεκολασμένος ἦν, καὶ τοῦτον ἀφῆκεν. καίτοι ἔγωγ᾽ ᾤμην δεῖν τὸν νομοθετοῦντα περὶ τῶν μελλόντων ἔσεσθαι, οἷα δεῖ γίγνεσθαι καὶ ὡς ἕκαστ᾽ ἔχειν, καὶ τὰς τιμωρίας ὁποίας τινὰς ἐφ᾽ ἑκάστοις δεῖ τοῖς ἀδικήμασιν εἶναι, περὶ τούτων νομοθετεῖν: τοῦτο γάρ ἐστι τὸ ἐφ᾽ ἅπασι τοῖς πολίταις κοινοὺς τοὺς νόμους τιθέναι. τὸ δὲ περὶ τῶν γεγονότων πραγμάτων νόμους γράφειν, οὐ νομοθετεῖν ἐστιν, ἀλλὰ τοὺς ἀδικοῦντας τῆς ἐνάτης πρυτανείας;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.