Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
καί μοι πάντες ἀπεκρίναντο καθ᾽ ἕκαστον, ὅτι οὐδεὶς μάρτυς παρείη, κομίζοιτο δὲ λαμβάνων καθ᾽ ὁποσονοῦν δέοιτ᾽ Ἄφοβος παρ᾽ αὐτῶν. καίτοι τῷ τοῦθ᾽ ὑμῶν πιστόν, ὡς ταλάντου τῆς προικὸς οὔσης ἄνευ μαρτύρων Ὀνήτωρ καὶ Τιμοκράτης Ἀφόβῳ τοσοῦτον ἀργύριον ἐνεχείρισαν; ᾧ μὴ ὅτι τοῦτον τὸν τρόπον, ἀλλ᾽ οὐδὲ μετὰ πολλῶν μαρτύρων ἀποδιδοὺς εἰκῇ τις ἂν ἐπίστευσεν, ἵν᾽ εἴ τις γίγνοιτο διαφορά, κομίσασθαι ῥᾳδίως παρ᾽ ὑμῖν δύνηται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.