previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θεόπομπος δὲ Χῖος ἐπιφανέστατος πάντων τῶν Ἰσοκράτους μαθητῶν γενόμενος καὶ πολλοὺς μὲν πανηγυρικούς, πολλοὺς δὲ συμβουλευτικοὺς συνταξάμενος λόγους ἐπιστολάς τε τὰς Χιακὰς ἐπιγραφομένας καὶ ὑποθήκας ἄλλας λόγου ἀξίας, ἱστορίαν [2] πεπραγματευμένος ἄξιος ἐπαινεῖσθαι πρῶτον μὲν τῆς ὑποθέσεως τῶν ἱστοριῶνκαλαὶ γὰρ ἀμφότεραι, μὲν τὰ λοιπὰ τοῦ Πελοποννησιακοῦ πολέμου περιέχουσα, δὲ τὰ Φιλίππῳ πεπραγμένα), ἔπειτα τῆς οἰκονομίαςἀμφότεραι γάρ εἰσιν εὐπαρακολούθητοι καὶ σαφεῖς), μάλιστα δὲ τῆς ἐπιμελείας τε καὶ φιλοπονίας τῆς κατὰ τὴν [p. 245] συγγραφήν: δῆλος γάρ ἐστιν, εἰ καὶ μηδὲν ἔγραψε, πλείστην μὲν παρασκευὴν εἰς ταῦτα παρεσκευασμένος, μεγίστας δὲ δαπάνας εἰς τὴν συναγωγὴν αὐτῶν [3] τετελεκώς, καὶ πρὸς τούτοις πολλῶν μὲν αὐτόπτης γεγενημένος, πολλοῖς δ᾽ εἰς ὁμιλίαν ἐλθὼν ἀνδράσι τοῖς τότε πρωτεύουσι καὶ στρατηγοῖς δημαγωγοῖς τε καὶ φιλοσόφοις διὰ τὴν συγγραφήν: οὐ γὰρ ὥς2πέρ τινες πάρεργον τοῦ βίου τὴν ἀναγραφὴν τῆς ἱστορίας ἐποιήσατο, ἔργον δὲ τὸ πάντων ἀναγκαιότατον. γνοίη δ᾽ ἄν τις αὐτοῦ τὸν πόνον ἐνθυμηθεὶς τὸ πολύμορφον τῆς [4] γραφῆς: καὶ γὰρ ἐθνῶν εἴρηκεν οἰκισμοὺς καὶ πόλεων κτίσεις ἐπελήλυθε, βασιλέων τε βίους καὶ τρόπων ἰδιώματα δεδήλωκε, καὶ εἴ τι θαυμαστὸν παράδοξον ἑκάστη γῆ καὶ θάλασσα φέρει, συμπεριείληφεν τῇ πραγματείᾳ. καὶ μηδεὶς ὑπολάβῃ ψυχαγωγίαν ταῦτ᾽ εἶναι μόνον: οὐ γὰρ οὕτως ἔχει, ἀλλὰ πᾶσαν ὡς ἔπος εἰπεῖν [5] ὠφέλειαν περιέχει. ἵνα δὲ πάντ᾽ ἀφῶ τἆλλα, τίς οὐχ ὁμολογήσει τοῖς ἀσκοῦσι τὴν φιλόσοφον ῥητορικὴν ἀναγκαῖον εἶναι πολλὰ μὲν ἔθη καὶ βαρβάρων καὶ Ἑλλήνων ἐκμαθεῖν, πολλοὺς δὲ νόμους ἀκοῦσαι πολιτειῶν τε σχήματα, [6] καὶ βίους ἀνδρῶν καὶ πράξεις καὶ τέλη καὶ τύχας; [p. 246] τούτοις τοίνυν ἅπασαν ἀφθονίαν δέδωκεν οὐκ ἀπεσπασμένην τῶν πραγμάτων ἀλλὰ συμπαροῦσαν. πάντα τε δὴ ταῦτα ζηλωτὰ τοῦ συγγραφέως, καὶ ἔτι πρὸς τούτοις ὅσα φιλοσοφεῖ παρ᾽ ὅλην τὴν συγγραφὴν περὶ δικαιοσύνης καὶ εὐσεβείας καὶ τῶν ἄλλων ἀρετῶν [7] πολλοὺς καὶ καλοὺς διεξερχόμενος λόγους. τελευταῖόν ἐστι τῶν ἔργων αὐτοῦ καὶ χαρακτηρικώτατον, παρ᾽ οὐδενὶ τῶν ἄλλων συγγραφέων οὕτως ἀκριβῶς ἐξείργασται καὶ δυνατῶς οὔτε τῶν πρεσβυτέρων οὔτε τῶν νεωτέρων: τί δὲ τοῦτό ἐστι; τὸ καθ᾽ ἑκάστην πρᾶξιν μὴ μόνον τὰ φανερὰ τοῖς πολλοῖς ὁρᾶν καὶ λέγειν, ἀλλ᾽ ἐξετάζειν καὶ τὰς ἀφανεῖς αἰτίας τῶν πράξεων καὶ τῶν πραξάντων αὐτὰς καὶ τὰ πάθη τῆς ψυχῆς, μὴ ῥᾴδια τοῖς πολλοῖς εἰδέναι, καὶ πάντα ἐκκαλύπτειν τὰ μυστήρια τῆς τε δοκούσης ἀρετῆς καὶ τῆς [8] ἀγνοουμένης κακίας. καί μοι δοκεῖ πως μυθευόμενος ἐν Ἅιδου τῶν ψυχῶν ἀπολυθεισῶν τοῦ σώματος ἐξετασμὸς ἐπὶ τῶν ἐκεῖ δικαστῶν οὕτως ἀκριβὴς εἶναι ὡς διὰ τῆς Θεοπόμπου γραφῆς γιγνόμενος. διὸ καὶ βάσκανος ἔδοξεν εἶναι, προσλαμβάνων τοῖς ἀναγκαίοις τινὰ ὀνειδισμοῖς κατὰ τῶν ἐνδόξων προσώπων οὐκ ἀναγκαῖα πράγματα, ὅμοιόν τι ποιῶν τοῖς ἰατροῖς, οἳ τέμνουσι [p. 247] καὶ καίουσι τὰ διεφθαρμένα τοῦ σώματος ἕως βάθους τὰ καυτήρια καὶ τὰς τομὰς φέροντες, οὐδὲν τῶν ὑγιαινόντων καὶ κατὰ φύσιν ἐχόντων στοχαζόμενοι. τοιοῦτος μὲν δή τις πραγματικὸς Θεοπόμπου χαρακτήρ.

[9] δὲ λεκτικὸς Ἰσοκράτει μάλιστα ἔοικε: καθαρά τε γὰρ λέξις καὶ κοινὴ καὶ σαφής, ὑψηλή τε καὶ μεγαλοπρεπὴς καὶ τὸ πομπικὸν ἔχουσα πολύ, συγκειμένη τε κατὰ τὴν μέσην ἁρμονίαν, ἡδέως καὶ μαλακῶς ῥέουσα. διαλλάττει δὲ τῆς Ἰσοκρατείου κατὰ τὴν πικρότητα καὶ τὸν τόνον ἐπ᾽ ἐνίων, ὅταν ἐπιτρέψῃ τοῖς πάθεσι, [10] μάλιστα δ᾽ ὅταν ὀνειδίζῃ πόλεσιν στρατηγοῖς πονηρὰ βουλεύματα καὶ πράξεις ἀδίκουςπολὺς γὰρ ἐν τούτοις), καὶ τῆς Δημοσθένους δεινότητος οὐδὲ κατὰ μικρὸν διαφέρει, ὡς ἐξ ἄλλων πολλῶν ἄν τις ἴδοι κἀκ τῶν Χιακῶν ἐπιστολῶν, ἃς τῷ συμφύτῳ πνεύματι ἐπιτρέψας γέγραφεν. εἰ δ᾽ ὑπερεῖδεν ἐν τούτοις ἐφ᾽ οἷς μάλιστα δὴ ἐσπούδακε τῆς τε συμπλοκῆς τῶν φωνηέντων γραμμάτων καὶ τῆς κυκλικῆς εὐρυθμίας τῶν περιόδων καὶ τῆς ὁμοειδείας τῶν σχηματισμῶν, πολὺ ἀμείνων ἂν ἦν αὐτὸς ἑαυτοῦ κατὰ τὴν φράσιν.

[11] ἔστι δὲ καὶ κατὰ τὸν πραγματικὸν τόπον ἁμαρτάνει, καὶ μάλιστα κατὰ τὰς παρεμβολάς: οὔτε γὰρ [p. 248] ἀναγκαῖαί τινες αὐτῶν οὔτ᾽ ἐν καιρῷ γενόμεναι, πολὺ δὲ τὸ παιδιῶδες ἐμφαίνουσαι: ἐν αἷς ἐστι καὶ τὰ περὶ Σιληνοῦ τοῦ φανέντος ἐν Μακεδονίᾳ καὶ τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη καὶ ἄλλα τούτοις οὐκ ὀλίγα ὅμοια. @Οὗτοι παραληφθέντες οἱ συγγραφεῖς ἀρκέσουσι τοῖς ἀσκοῦσι τὸν πολιτικὸν λόγον ἀφορμὰς ἐπιτηδείους παραδειγμάτων παρασχεῖν εἰς ἅπασαν ἰδέαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: