Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
οὐκ ἄχρι τῆς ἴσης ἕκαστός ἐστιν εὔνους οὔθ᾽ ἡμῖν οὔτε Θηβαίοις, σῶς τ᾽ εἶναι καὶ κρατεῖν τῶν ἄλλων, ἀλλὰ σῶς μὲν εἶναι πάντες ἂν βούλοινθ᾽ ἕνεχ᾽ αὑτῶν, κρατήσαντας δὲ τοὺς ἑτέρους δεσπότας ὑπάρχειν αὑτῶν οὐδὲ εἷς. τί οὖν ἡγοῦμαι φοβερὸν καὶ τί φυλάξασθαι δεῖν ἡμᾶς; μὴ κοινὴν πρόφασιν καὶ κοινὸν ἔγκλημ᾽ ὁ μέλλων πόλεμος πρὸς ἅπαντας λάβῃ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.