Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[108]
τοὺς μὲν οὖν ἄλλους οὐκ οἴομαι πράξεων ἑτέρων ἐπιθυμήσειν ἀκούειν, ἀλλ᾽ ἐκ τῶν εἰρημένων ἱκανῶς μεμαθηκέναι νομιεῖν ὁποία τις τοῖν πολέοιν ἑκατέρα περὶ τοὺς Ἕλληνας γέγονεν: ἐγὼ δ᾽ οὐχ οὕτω τυγχάνω διακείμενος, ἀλλ᾽ ἡγοῦμαι τὴν ὑπόθεσιν ἣν ἐποιησάμην ἄλλων τε πολλῶν προσδεῖσθαι λόγων, καὶ μάλιστα τῶν ἐπιδειξόντων τὴν ἄνοιαν τῶν ἀντιλὲγειν τοῖς εἰρημένοις ἐπιχειρησόντων: οὓς οἴομαι ῥᾳδίως εὑρήσειν.