Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[32]
ἔτι δὲ τῶν μὲν τοιούτων ἔργων, ὅσα μετὰ κινδύνων πέπρακται, τὸ πλεῖστον ἄν τις μέρος τῇ τύχῃ μεταδοίη: τῆς δ᾽ εἰς ἡμᾶς αὐτοὺς μετριότητος οὐδεὶς ἂν ἄλλ᾽ ἢ τὴν ἡμετέραν γνώμην αἰτιάσαιτο. ὥστ᾽ οὐκ ἄξιον προδότας ταύτης τῆς δόξης γενέσθαι.