Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[90]
ἐγὼ δ᾽ οὐκ ἐκ τῶν τοιούτων μέλλω σε παρακαλεῖν, ἀλλ᾽ ἐκ τῶν ἠτυχηκέναι δοξάντων, λέγω δ᾽ ἐκ τῶν μετὰ Κύρου καὶ Κλεάρχου συστρατευσαμένων.ἐκείνους γὰρ ὁμολογεῖται νικῆσαι μὲν μαχομένους ἅπασαν τὴν βασιλέως δύναμιν τοσοῦτον, ὅσον περ ἂν εἰ ταῖς γυναιξὶν αὐτῶν συνέβαλον, ἤδη δ᾽ ἐγκρατεῖς δοκοῦντας εἶναι τῶν πραγμάτων διὰ τὴν Κύρου προπέτειαν ἀτυχῆσαι: περιχαρῆ γὰρ αὐτὸν ὄντα καὶ διώκοντα πολὺ πρὸ τῶν ἄλλων, ἐν μέσοις γενόμενον τοῖς πολεμίοις ἀποθανεῖν.