Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[104]
καὶ τί δεῖ τὰ πόρρω λέγειν; ἀλλὰ καὶ νῦν τὰς πόλεις τάς γε πρωτευούσας, λέγω δὲ τὴν Ἀθηναίων καὶ Θηβαίων, εὕροιμεν ἂν οὐκ ἐκ τῆς εἰρήνης μεγάλην ἐπίδοσιν λαβούσας, ἀλλ᾽ ἐξ ὧν ἐν τῷ πολέμῳ προδυστυχήσασαι πάλιν αὑτὰς ἀνέλαβον, ἐκ δὲ τούτων τὴν μὲν ἡγεμόνα τῶν Ἑλλήνων καταστᾶσαν, τὴν δ᾽ ἐν τῷ παρόντι τηλικαύτην γεγενημένην ὅσην οὐδεὶς πώποτ᾽ ἔσεσθαι προσεδόκησεν: αἱ γὰρ ἐπιφάνειαι καὶ λαμπρότητες οὐκ ἐκ τῆς ἡσυχίας ἀλλ᾽ ἐκ τῶν ἀγώνων γίγνεσθαι φιλοῦσιν.