Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[63]
ἃ μὲν οὖν ὑπάρχειν δεῖ τοῖς μέλλουσιν εὐδαιμονήσειν, τὴν εὐσέβειαν καὶ τὴν σωφροσύνην καὶ τὴν δικαιοσύνην1 καὶ τὴν ἄλλην ἀρετὴν ὀλίγῳ πρότερον εἰρήκαμεν: ὡς δ᾽ ἂν τάχιστα πρὸς τὸ τοιοῦτοι γενέσθαι παιδευθεῖμεν, ἀληθὲς μέν ἐστι τὸ ῥηθησόμενον, ἴσως δ᾽ ἂν ἀκούσασιν ὑμῖν δεινὸν εἶναι δόξειε καὶ παρὰ πολὺ τῆς τῶν ἄλλων ἐξηλλαγμένον διανοίας.
1 καὶ τὴν δικαιοσύνηνmost MSS.: om.ΓΕ.