Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[32]
ἐπειδὴ δὲ ἡ ἐκκλησία Μουνιχίασιν ἐν τῷ θεάτρῳ ἐγίγνετο, οὕτω σφόδρα τινὲς ἐπεμελοῦντο ὅπως καὶ ἐν τῷ δήμῳ περὶ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων μήνυσις γένοιτο (περὶ δὲ τῶν ἄλλων ἀπέχρη ἐν τῇ βουλῇ μήνυσις1 μόνῃ2 γεγενημένη), ὥστε καὶ ἐκεῖ παράγουσιν αὐτὸν3 εἰς τὸν δῆμον. καί μοι ἀπόκριναι, ὦ Ἀγόρατε: οὐ γὰρ οἶμαί σε ἔξαρνον γενήσεσθαι4 ἃ ἐναντίον Ἀθηναίων ἁπάντων ἐποίησας. “Ἐρώτησις”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.