This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ πρῶτον μὲν ἀνυπόπτως προσεπέλαζον αὐτῷ καὶ παρεφύλαττον, οἱ μὲν ἀποδυρόμενοι περὶ τῆς ἀποσκευῆς, οἱ δὲ θαρρεῖν ὡς νενικηκότα κελεύοντες, οἱ δὲ τῶν ἄλλων ἡγεμόνων κατηγοροῦντες. ἔπειτα προσπεσόντες ἐξήρπασαν τὸ
ἐγχειρίδιον αὐτοῦ καὶ τῇ ζώνῃ τὰς χεῖρας ἀποστρέψαντες ἔδησαν. ἐπεὶ δὲ ὑπὸ Ἀντιγόνου Νικάνωρ ἐπέμφθη παραληψόμενος αὐτόν, ἐδεῖτο λόγου τυχεῖν ἀγόμενος διὰ τῶν Μακεδόνων, οὐκ εἰς δέησιν ἢ παραίτησιν, ἀλλ᾽ ὡς περὶ τῶν ἐκείνοις συμφερόντων διαλεξόμενος.
[p. 132]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.