previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κατέλαβον, δ᾽ οὐ μόνον τὸ ἐν Δελφοῖς ἱερὸν σεσυληκὼς, ἀλλ᾽ ἀντὶ μὲν τοῦ συλῆσαι τὸ ἱερὸν ἄγων τὰ Πύθια καὶ τοῖς Ἕλλησιν ἐξηγούμενος τὰ μηδὲν ἑαυτῷ προσήκοντα, ἀντὶ δὲ τοῦ τὸ ἐν Δελφοῖς μόνον συλῆσαι δύο μὲν καὶ τριάκοντα ὁμοῦ πόλεων ἱερὰ ἐπὶ Θρᾴκης οὐ σεσυληκὼς, ἀλλ᾽ ἀνῃρηκὼς, χωρὶς δὲ τούτων ἅπασαν τὴν Ἑλλάδα συλῶν καὶ οὐδὲν ἐξαίρετον ποιούμενος, οὐ νεὼς, οὐκ ἀναθήματα, οὐ τείχη, οὐχ ἵππους, οὐχ ὅπλα, οὐ χρήματα, οὐ σώματα, οὐ λιμένας, οὐ πολιτείαν, ἀλλὰ πάντα ὥσπερ ὑπὸ βροντῆς κινῶν, καὶ τὰ μὲν ἄρδην ἀφανίζων, τοῖς δ᾽ τι ἂν βούληται χρώμενος, οὗτος δ᾽ οὐχὶ δίκην ὀφείλειν δόξει τούτων, ἀλλ᾽ ὡς εὐεργέτης στεφανώσεται, καὶ ταῦθ᾽ ὑφ᾽ ὑμῶν, ὧν τῇ τάξει λελύμανται. εἰ δὲ μὴ, πότε βέλτιον ἐπράττετε, ὅπως δὲ μηδὲν ἀχθεσθῆτε, πότερον ἡνίκα Ἐπαμεινώνδας καὶ Γοργίδας καὶ Πελοπίδας ὑμῶν ἡγοῦντο καὶ Φίλιππον ὁμηρεύοντα ἐγιγνώσκετε, τούτου παρελθόντος εἰς τὴν ἀρχὴν καὶ ἡνίχ᾽ ὑμῶν οὗτος ἡγεῖτο τοσαῦτα χαριζόμενος, δι᾽ ὧν ἔμελλεν εἰσαῦθις ἀσθενεστέροις χρήσεσθαι; οἶμαι δ᾽ εἰ κατ᾽ ἀρχὰς εὐθὺς τοῦτον μισθὸν ὑμᾶς Φίλιππος ᾔτησε τῆς βοηθείας, ὑποκύψαι καὶ παραδοῦναι τὴν πόλιν αὑτῷ, μηδένα ἂν τοσούτου τιμήσασθαι τὴν πρὸς Φωκέας φιλονεικίαν.

μὴ τοίνυν γ᾽ ἐξ ἀρχῆς οὐκ ἂν ἠνέσχεσθε, ταῦτα νῦν ἀντ᾽ ἐκείνων δῶτε, ἀλλ᾽ ἐνθυμεῖσθ᾽ ὅτι πρῶτον μὲν οὐδὲν ἧττον ὑμῖν βούλεσθε πέπρακται, ὥστε μηδὲν σφόδρα τούτου δεῖν ἔτι: ἔπειτ᾽ εἰ καὶ δυοῖν αἵρεσις ἦν, [p. 740] ἄμεινον Φωκεῦσι πολεμεῖν τοῦτον εἰσφρήσεσθαι. ἐκείνων μὲν γὰρ ἂν καὶ καθ᾽ ὑμᾶς αὐτοὺς ἐκρατήσατε καὶ μεθ᾽ ἡμῶν, ὥσπερ Λακεδαιμονίων πρότερον, καί τιν᾽ ἄλλον ἴσως τρόπον: εἰ δ᾽ ἅπαξ οὗτος ἐγκρατὴς ὑμῶν ἔσται, οὐκ οἶδ᾽ τι μεῖζον παρ᾽ ὑμῶν αὐτῶν εἰσαῦθις εὑρήσετε. εἶτα κἀκεῖνο μὲν ἦν ἂν μὴ λαβεῖν δίκην παρὰ Φωκέων, τοῦτο δ᾽ αὐτοὺς σῶσαι μὴ βεβουλῆσθαι. βέλτιον δὲ δήπουθεν ἄλλων φείσασθαι δι᾽ αὑτοὺς δι᾽ ἄλλους αὑτοὺς ἀξιοῦν ἀπολωλέναι. οὐ τοίνυν οὐδ᾽ ὅσ᾽ ἐβλασφήμησαν οὗτοι περὶ ἡμῶν οὐδένα νοῦν ἔχει. τί γὰρ ἂν γένοιτο ἀλογώτερον


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: