previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μαρτυροῦσι καὶ οἱ περὶ τοῦτον χορευταί: καὶ τήν γε ῥᾳστώνην τοῦ κράτους νάρθηκές τε ἀντὶ δόρατος καὶ νεβρὶς ἀντὶ λεοντῆς αὐτῷ πεπορισμένα, καὶ κύλιξ ἀντὶ ἀσπίδος κοίλης, ὡς τὸ αὐτὸ ποιούντων Διονύσῳ μάχεσθαί τε καὶ πίνειν. καὶ οὐ πολὺ τοὐμμέσῳ τοῦ τε ἀγῶνος καὶ τῶν ἐπινικίων. Ἰνδοὺς δὲ καὶ Τυρρηνοὺς λέγουσιν ὡς κατεστρέψατο, αἰνιττόμενοι δοκεῖν ἐμοὶ διὰ μὲν τῶν Τυρρηνῶν τὰ πρὸς ἑσπέραν, διὰ δὲ τῶν ἑτέρων τὸν πρὸς ἕω τόπον τῆς γῆς ὡς ἁπάσης αὐτὸν ἄρχοντα. Βάκχαι δὲ καὶ ἀνθ᾽ ἱππέων αὐτῷ προϊοῦσαι καὶ τοξοτῶν, τῆς τε σκευῆς ἀκόλουθα ἣν ἀρτίως ὑμνοῦμεν καὶ ἅμα καὶ τοῦτο ἐπισφραγίζονται ὅτι τῆς Διονύσου πολιτείας ἄρα ἦν καὶ γυναικεῖα στρατόπεδα ὁμοῦ τοῖς τῶν ἀνδρῶν, καὶ οὐ τοὺς ἄνδρας θηλύνειν μᾶλλον τὰς γυναῖκας εἰς ἀνδρῶν τάξιν καθιστάναι Διονυσιακόν: οὕτω μέγας καὶ πολύτροπος καὶ παναρμόνιός ἐστι. δῆλον δὲ καὶ ἐνθένδε. Ἀφροδίτῃ μὲν γὰρ κοινωνήσας θέατρά τε ἀνοίγνυσι καὶ συμποσίων καὶ θιάσων ἔξαρχος γίγνεται, Ἄρει δὲ εἰς ταυτὸν ἐλθὼν ἔνοπλος γίγνεται: καὶ μὴν ἔμπυρός γε ἅμα Ἀθηνᾷ καὶ Ἡφαίστῳ γενόμενος. κήρυκες δὲ καὶ Εὐμολπίδαι πάρεδρον Ἐλευσινίαις αὐτὸν ἐστήσαντο, καρπῶν ἔφορον καὶ τροφῆς ἀνθρώποις. [p. 51] δὲ τούτῳ πρέπειν μοι δοκεῖ προσθεῖναι, μόνος γὰρ τῶν ἱερῶν φασμάτων ἐξεφοίτησεν ἐν τῷ κινδύνῳ τῷ Μηδικῷ. οὕτω τοῖς ὅλοις φιλάνθρωπος ὢν ἐπὶ τοὺς Ἕλληνας ῥέπει. Νύμφαις τοίνυν ἀνακραθεὶς πολλὰ δὴ καὶ παντοῖα ἐχόρευσέ τε καὶ χορεύει κατ᾽ ἀνθρώπους, ἀκριβέστερον Εὐρυκλέους τἄνδοθεν καταλαμβάνων, καὶ ποιεῖ χορευτὴν κἂν ἄμουσος τὸ πρίν. δὲ σκιρτᾷ τε καὶ παίζει καὶ μελῳδεῖν ἐθέλει, καὶ ταῦτα μέντοι ἀπὸ κλίνης καὶ σκίμποδος. οὕτως πᾶν δρᾶν θεὸς πεφυκώς ἐστιν. δὲ θαυμαστὸς [p. 52] ἀνθρώπων τύραννος Ἔρως ἐκ Διονύσου πηγῶν ἀρυσάμενος γῆν ἅπασαν ἐπέρχεται προηγητῇ Διονύσῳ χρώμενος, οὐδ᾽ αὐτῷ θᾶκοι τούτου χωρὶς οὐδ᾽ ἔργα οὐδ᾽ εὐναί. νυκτὸς τοίνυν καὶ ἡμέρας πέρατα ἐπισκοπεῖ, τὴν μὲν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: