previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τί ποτέ με Χλόης ἐργάζεται φίλημα; Χείλη μὲν ῥόδων ἁπαλώτερα καὶ στόμα κηρίων γλυκύτερον: τὸ δὲ φίλημα κέντρου μελίττης πικρότερον. Πολλάκις ἐφίλησα ἐρίφους, πολλάκις ἐφίλησα σκύλακας ἀρτιγεννήτους καὶ τὸν μόσχον, ὃν Δόρκων ἐδωρήσατο: ἀλλὰ τοῦτο φίλημα καινόν: ἐκπηδᾷ μου τὸ πνεῦμα, ἐξάλλεται καρδία, τήκεται ψυχή, καὶ ὅμως πάλιν φιλῆσαι θέλω. [2] νίκης κακῆς: νόσου καινῆς, ἧς οὐδὲ εἰπεῖν οἶδα τοὔνομα. Ἆρα φαρμάκων ἐγεύσατο Χλόη μέλλουσά με φιλεῖν; Πῶς οὖν οὐκ ἀπέθανεν; Οἷον ᾄδουσιν αἱ ἀηδόνες, δὲ ἐμὴ σύριγξ σιωπᾷ: οἷον σκιρτῶσιν οἱ ἔριφοι, κἀγὼ κάθημαι: οἷον ἀκμάζει τὰ ἄνθη, κἀγὼ στεφάνους οὐ πλέκω, ἀλλὰ τὰ μὲν ἴα καὶ ὑάκινθος ἀνθεῖ, Δάφνις δὲ μαραίνεται. [3] Ἆρά μου καὶ Δόρκων εὐμορφότερος ὀφθήσεται;’ Τοιαῦτα βέλτιστος Δάφνις ἔπασχε καὶ ἔλεγεν, οἷα πρῶτον γευόμενος τῶν ἔρωτος ἔργων καὶ λόγων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: