previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Gnomologium Epicteteum (e Stobaei libris 1-2)

Ἐπικτήτου. θεοὺς δικαίᾳ καὶ μεμετρημένῃ διαθέσει τίμα, ἀλλὰ μὴ ἀμέτροις δωρεαῖς κολάκευε: οὔτε γὰρ κολακείᾳ χαίρει θεὸς οὔτε κολακεύων τιμᾷ τὸ θεῖον.

θεοῖς θῦε μὴ ἡνίκα ἂν πλουτήσῃς, ἀλλ᾽ ἡνίκα ἂν φρονήσῃς, τὸ μὲν γὰρ πλουτεῖν καὶ τῶν κακοδαιμόνων, τὸ δὲ φρονεῖν μόνον ἴδιον εὐδαιμόνων.

παρὰ θεῶν μὴ συνεχῆ αἴτει ὑγίειαν σώματος, ἀλλὰ διηνεκῶς λάμβανε σωφροσύνην ψυχῆς: καὶ οὔτε ῥᾳδίως νοσήσεις οὔτε νοσῶν δυσαρεστήσεις.

μὴ ὧν ἐπιθυμεῖς ταῦτα παρὰ θεῶν αἴτει, ἀλλ᾽ ὅπως αὐτῆς ἀπαλλαγῇς τῆς ἐπιθυμίας, τοῦτο ζήτει παρὰ θεῶν. τότε σου εἰσακούουσιν οἱ θεοί, ἡνίκα ἂν μὴ περὶ τῶν ἡδέων, ἀλλὰ περὶ τῶν καλῶν εὔχῃ. καὶ τότε σοι δώσουσι τὰ καλά, ἡνίκα μὴ ἡδονῇ, ἀλλ᾽ ἀρετῇ χαίρεις.

μέμνησο παρὰ τῶν μεγάλων αἰτεῖν τὰ μεγάλα: μικρὰ γὰρ οὐκ ἂν δοῖεν. οὐδὲν θεοῦ μεῖζον καὶ ὑψηλότερον: εὐχόμενος τοιγαροῦν θεοῖς αἴτει τὰ θεῖα, ὧν οὐδὲν σάρκινον καὶ γήινον ψαύει πάθος.

ὥσπερ μέλιτταν οὐ διὰ τὸ κέντρον μισεῖς, ἀλλὰ διὰ τὸν καρπὸν τημελεῖς, οὕτω καὶ φίλον μὴ δι᾽ ἐπίπληξιν ἀποστραφῇς, ἀλλὰ διὰ τὴν εὔνοιαν ἀγάπα.

ἐοίκασιν οἱ κόλακες κηφῆσι: καὶ γὰρ ἀργοὶ καὶ ἄκεντροι καὶ τοὺς ἀλλοτρίους ἀναλίσκοντες καμάτους. οἱ φθονεροὶ σφηξί: καὶ γὰρ πληκτικοὶ καὶ ἄποροι καὶ ἀμετάδοτοι καὶ ἄχρειοι. οἱ χρηστοὶ μελίτταις: καὶ γὰρ φιλόπονοι καὶ αὐτουργοὶ καὶ οἰκονομικοὶ καὶ εὔποροι καὶ πρᾷοι καὶ ἐπιπληκτικοὶ καὶ κοινωνικοί. ὥστ᾽, εἰ βούλει φίλος ὑπάρχων μετὰ πολλῶν διάγειν φίλων, μιμοῦ τὴν μέλιτταν: καθαρὸν ἔστω σοι τὸ σμῆνος κηφήνων καὶ σφηκῶν.

τοὺς εἰς φιλίαν σοι καθιέντας δοκίμαζε μὴ ἐξ ὧν σοι δωροῦνται, ἀλλ᾽ ἐξ ὧν ἑαυτοῖς μνῶνται καὶ χαρίζονται καὶ κατεπηγγείλαντο καὶ διέθεσαν.

οὐ τὰ χρήματα φίλοι, ἀλλ᾽ φίλος χρήματα. καὶ χρήματα μὲν φιλίαν οὐδέποτ᾽ ἂν ἐργάσαιντο, ὥσπερ οὐδὲ γῆ θεόν: φιλία δὲ χρήματα καὶ ἄλλως ἂν κτήσαιτο, καθάπερ θεὸς γῆν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: