previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


10.

ἢν δὲ γένηται ὀδύνη καὶ μὴ φλεγμήνῃ, λίτρον ὀπτήσας

ἐρυθρὸν, καὶ τρίψας λεῖον, καὶ στυπτηρίην, καὶ ἅλας φώξας, καὶ τρίψας λείους, συμμίξαι ἴσον ἑκάστου: εἶτα πίσσῃ ξυμμίξας ὡς βελτίστη, ἐς Ρ῾άκος ἐναλείψας, ἐντιθέναι καὶ καταδεῖν.

ἄλλο: καππάριος φύλλα χλωρὰ τρίψας, ἐς μαρσίπιον ἐμβαλὼν, προσκαταδεῖν: καὶ ἐπὴν καίειν δοκέῃ, ἀφαιρέειν καὶ αὖθις προστιθέναι.

ἢν δὲ μὴ φύλλα καππάριος, τὸν φλοιὸν τῆς Ρ῾ίζης κόψας, φυρήσας οἴνῳ μέλανι, τὸν αὐτὸν τρόπον καταδεῖν.

τοῦτο καὶ πρὸς σπληνῶν όδύνην ἀγαθόν.

τούτων τῶν καταπλασμάτων δύναται τὰ μὲν ψύχοντα κωλύειν Ρ῾εῖν, τὰ δὲ μαλθάσσοντα καὶ θερμαίνοντα διαχεῖν, τὰ δὲ ἐς ἑωυτὰ ἕλκοντα ξηραίνειν καὶ ἰσχναίνειν.

τοῦτο δὲ τὸ νούσημα γίνεται, ὅταν χολὴ καὶ φλέγμα ἐς τοὺς τόπους καταστηρίξῃ.

ἀρχοῦ δὲ φλεγμήναντος, διαχρίειν τῷ φαρμάκῳ, ὅπη Ρ῾ητίνη καὶ τὸ ἔλαιον καὶ κηρὸς καὶ μολύβδαινα καὶ τὸ στέαρ́: ὡς θερμότατα διεῤΡ῾ήθησαν καταπλάττεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: