Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
22.
Σωλῆνα δὲ εἰ μέν τις ὑπ᾽ αὐτὸν τὸν μηρὸν ὑποθείη μὴ
ὑπερβάλλοντα τὴν ἰγνύην,
βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι:
οὔτε
γὰρ ἂν τὸ σῶμα κωλύοι,
οὔτε τὴν κνήμην,
ἄνευ τοῦ μηροῦ κινέεσθαι.
ἀσηρὸν γὰρ εἴη πρὸς τὴν ἰγνύην προσβαλλόμενον:
καὶ ὃ ἥκιστα δεῖ,
τοῦτ᾽ ἂν ἐποτρύνοι ποιέειν:
ἥκιστα γὰρ δεῖ κατὰ τὸ γόνυ
κάμπτειν:
πᾶσαν γὰρ ἂν τύρβην παρέχοι τῇσιν ἐπιδέσεσιν:
καὶ
μηροῦ ἐπιδεδεμένου καὶ κνήμης,
ὅστις κατὰ τὸ γόνυ κάμπτοι,
ἀνάγκη ἂν εἴη τούτῳ τοὺς μύας ἄλλοτε ἄλλο σχῆμα ἴσχειν:
ἀνάγκη δ᾽ ἂν εἴη καὶ τὰ ὀστέα τὰ κατεηγότα κίνησιν ἔχειν.
περὶ
παντὸς οὖν ποιητέον τὴν ἰγνύην ἐντετάσθαι.
δοκέοι ἂν οὖν
μοι ὁ σωλὴν,
ὁ περιέχων πρὸς τὸν πόδα ἀπὸ τοῦ ἰσχίου,
ὠφελέειν ὑποτιθέμενος:
καὶ ἄλλως κατ᾽ ἰγνύην ταινίην χαλαρῶς περιβάλλειν
ξὺν τῷ σωλῆνι,
ὥσπερ τὰ παιδία ἐν τῇσι κοίτῃσι σπαργανοῦται:
εἶτα ἐπὴν ὁ μηρὸς ἐς τὸ ἄνω διαστρέφοιτο,
ἢ ἐς τὸ πλάγιον,
εὐκατασχετώτερον εἴη ἂν ξὺν τῷ σωλῆνι οὕτως.
ἢ οὖν διαμπερὲς
εἴη ποιητέος ὁ σωλὴν,
ἢ οὐ ποιητέος.