Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
νομίσματος μὴ δεομένας, ἀπείρους θεάτρων καὶ γυμνασίων ἀνιέρου δὲ πόλεως καὶ ἀθέου, μὴ χρωμένης εὐχαῖς μηδ᾽ ὅρκοις μηδὲ μαντείαις μηδὲ θυσίαις ἐπ᾽ ἀγαθοῖς μηδ᾽ ἀποτροπαῖς κακῶν οὐδεὶς
ἐστιν οὐδ᾽ ἔσται γεγονὼς θεατής: ἀλλὰ πόλις ἄν μοι δοκεῖ μᾶλλον ἐδάφους χωρὶς; ἢ πολιτεία τῆς περὶ θεῶν δόξης ὑφαιρεθείσης παντάπασι σύστασιν λαβεῖν ἢ λαβοῦσα τηρῆσαι. τοῦτο μέντοι τὸ συνεκτικὸν ἁπάσης κοινωνίας καὶ νομοθεσίας ἔρεισμα
καὶ βάθρον οὐ κύκλῳ περιιόντες οὐδὲ κρύφα καὶ
δι᾽ αἰνιγμάτων, ἀλλὰ τὴν πρώτην τῶν κυριωτάτων δοξῶν προσβαλόντες εὐθὺς ἀνατρέπουσιν. εἶθ᾽ ὥσπερ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.