This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Παρὰ Μαξίμου τὸ κρατεῖν ἑαυτοῦ καὶ κατὰ μηδὲν περίφορον εἷναι: καὶ τὸ εὔθυμον ἔν τε ταῖς ἄλλαις περιστάσεσι καὶ ἐν ταῖς νόσοις: καὶ τὸ εὔκρατον τοῦ ἤθους καὶ μειλίχιον καὶ γεραρόν: καὶ τὸ οὐ σχετλίως κατεργαστικὸν τῶν προκειμένων: [2] καὶ τὸ πάντας αὐτῷ πιστεύειν περὶ ὧν λέγοι ὅτι οὕτως φρονεῖ, καὶ περὶ ὧν πράττοι ὅτι οὐ κακῶς πράττει. καὶ τὸ ἀθαύμαστον καὶ ἀνέκπληκτον καὶ μηδαμοῦ ἐπειγόμενον ἢ ὀκνοῦν ἢ ἀμηχανοῦν ἢ κατηφὲς ἢ προσσεσηρός, [3] ἢ πάλιν θυμούμενον ἢ ὑφορώμενον: καὶ τὸ εὐεργετικὸν καὶ τὸ συγγνωμονικὸν καὶ τὸ ἀψευδές: καὶ τὸ ἀδιαστρόφου μᾶλλον ἢ διορθουμένου φαντασίαν παρέχειν: καὶ ὅτι οὔτε ᾠήθη ἄν ποτέ τις ὑπερορᾶσθαι ὑπ̓ αὐτοῦ οὔτε ὑπέμεινεν ἂν κρείττονα αὐτοῦ αὑτὸν ὑπολαβεῖν: καὶ τὸ εὐχαριεντίζεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.