previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9. τοῦτον ἐκεῖνον εἶναι. καὶ οὕτω καὶ Μαρκελλῖνος ἑάλω φαλακροῦ παρακύψεως, ἐξήχθη τε ἐκ [p. 256] τοῦ βουλευτηρίου ὀλοφυρόμενος. καὶ διὰ τῆς ἀγορᾶς διεξελθὼν οὐκέτ᾽ ἠθέλησε περαιτέρω προχωρῆσαι, ἀλλ᾽ αὐτοῦ ταύτῃ τὰ τέκνα τέσσαρα ὄντα ἀσπασάμενος λόγον εἶπε περιπαθέστατον: ἔφη γάρ: ‘ἕν με τοῦτο λυπεῖ, τέκνα, ὅτι ὑμᾶς [2] ζῶντας καταλείπω.’ καὶ μὲν οὕτω τὴν κεφαλὴν ἀπετμήθη, πρὶν τὸν Σεουῆρον μαθεῖν ὅτι καὶ κατεψηφίσθη: τῷ μέντοι τὴν αἰτίαν αὐτῷ τοῦ θανάτου παρασχόντι Πολληνίῳ Σεβεννῷ δίκη τιμωρὸς ἀπήντησεν. ἐκδοθεὶς γὰρ ὑπὸ Σαβίνου τοῖς Νωρικοῖς, ὧν ἄρξας οὐδὲν χρηστὸν ἐπεποιήκει, [3] αἴσχιστα πέπονθε: καὶ εἴδομεν αὐτὸν ἐπί τε τῆς γῆς κείμενον καὶ ἱκετεύοντα οἰκτρῶς, καὶ εἰ μὴ διὰ τὸν Ἄσπακα 1 τὸν θεῖον αὐτοῦ φειδοῦς ἔτυχε, κἂν ἀπωλώλει οἰκτρῶς. δὲ δὴ Ἄσπαξ οὗτος δεινότατος ἀνθρώπων ἐγένετο σκῶψαι, στωμύλασθαι, πάντων ἀνθρώπων καταφρονῆσαι, φίλοις χαρίσασθαι, ἐχθρὸν ἀμύνασθαι. [4] καὶ αὐτοῦ πολλὰ μὲν καὶ πρὸς ἄλλους πικρὰ καὶ ἀστεῖα ἀποφθέγματα φέρεται, πολλὰ δὲ καὶ πρὸς τὸν Σεουῆρον αὐτόν. ὧν ἓν καὶ τοῦτο: ἐς γὰρ τὸ γένος αὐτοῦ τὸ τοῦ Μάρκου ἐγγραφέντοςσυγχαίρω σοι, Καῖσαρ,’ ἔφη, ‘ὅτι πατέρα εὗρες,’ ὡς καὶ ἀπάτορος αὐτοῦ τὸν ἔμπροσθεν χρόνον ὑπ᾽ ἀφανείας 2 ὄντος. ”

1 Probably a corruption on the part of the excerptor for *au)/spika (and similarly just belos'.

2 a)fanei/as Sylb., a)fanei/a *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: