Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
εἰκότως δ᾽ ἄν, ὦ ἄνδρες, τὴν αὐτὴν γνώμην ἔχοιτε περὶ τῶν ἐθελοντῶν1 εἰς τοὺς κινδύνους καθισταμένων, ἥνπερ2 αὐτοὶ περὶ αὑτῶν ἔχουσιν. ὁπόσοι μὲν γὰρ μὴ ἠθέλησαν ὑπομεῖναι καταγνόντες αὑτῶν ἀδικίαν, εἰκότως τοι καὶ ὑμεῖς τοιαῦτα περὶ αὐτῶν γιγνώσκετε οἷά3 περ καὶ αὐτοὶ περὶ σφῶν αὐτῶν ἔγνωσαν: ὁπόσοι δὲ πιστεύσαντες μηδὲν ἀδικεῖν ὑπέμειναν, δίκαιοί ἐστε καὶ ὑμεῖς περὶ τούτων τοιαύτην ἔχειν τὴν γνώμην οἵαν περ καὶ αὐτοὶ περὶ αὑτῶν ἔσχον, καὶ μὴ προκαταγιγνώσκειν ἀδικεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.