Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ τὸν Πομπήιον ἄθρουν καὶ
πολὺν μὲν ἐν γῇ πολὺν δ᾽ ἐν θαλάσσῃ μετὰ πασῶν ἅμα τῶν δυνάμεων
καθεζόμενον αὐτὸς ὀλιγοστὸς ὤν, τῆς μετ᾽
Ἀντωνίου καὶ Σαβίνου στρατιᾶς αὐτῷ βραδυνούσης, ἐτόλμησεν εἰς:
ἀκάτιον μικρὸν ἐμβὰς καὶ λαθὼν τόν τε ναύκληρον καὶ τὸν κυβερνήτην ὥς
τινος θεράπων ἀναχθῆναι. σκληρᾶς δὲ πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ 1 γενομένης
ἀντιμεταβάσεως καὶ κλύδωνος ἰσχυροῦ,
μεταβαλλόμενον ὁρῶν τὸν κυβερνήτην ἀφεῖλεν ἀπὸ τῆς κεφαλῆς τὸ ἱμάτιον,
καὶ ἀναδείξας: ἑαυτὸν ‘ἴθι’ ἔφη ‘γενναῖε, τόλμα καὶ δέδιθι
μηδέν, ἀλλ᾽ ἐπιδίδου τῇ Τύχῃ τὰ ἱστία καὶ δέχου τὸ πνεῦμα,
πιστεύων ὅτι Καίσαρα φέρεις καὶ τὴν
Καίσαρος Τύχην’ οὕτως ἐπέπειστο
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.