previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

χὠ μὲν κατ᾽ ὄμμα στὰς προσεύχεται θεῷ:
οἱ δ᾽ ὀξυθήκτοις φασγάνοις ὡπλισμένοι
κεντοῦσ᾽ ἀτευχῆ παῖδ᾽ Ἀχιλλέως λάθρᾳ.
1120χωρεῖ δὲ πρύμναν: οὐ γὰρ εἰς καιρὸν τυπεὶς
ἐτύγχαν᾽: ἐξέλκει δὲ κἀκ παραστάδος
κρεμαστὰ τεύχη πασσάλων καθαρπάσας
ἔστη 'πὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν,
βοᾷ δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε:
1125Τίνος μ᾽ ἕκατι κτείνετ᾽ εὐσεβεῖς ὁδοὺς
ἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;
τῶν δ᾽ οὐδὲν οὐδεὶς μυρίων ὄντων πέλας
ἐφθέγξατ᾽, ἀλλ᾽ ἔβαλλον ἐκ χερῶν πέτροις.
πυκνῇ δὲ νιφάδι πάντοθεν σποδούμενος
1130προύτεινε τεύχη κἀφυλάσσετ᾽ ἐμβολὰς
ἐκεῖσε κἀκεῖσ᾽ ἀσπίδ᾽ ἐκτείνων χερί.
ἀλλ᾽ οὐδὲν ἦνον: ἀλλὰ πόλλ᾽ ὁμοῦ βέλη,
οἰστοί, μεσάγκυλ᾽ ἔκλυτοί τ᾽ ἀμφώβολοι
σφαγῆς ἐχώρουν βουπόροι ποδῶν πάρος.
1135δεινὰς δ᾽ ἂν εἶδες πυρρίχας φρουρουμένου
βέλεμνα παιδός. ὡς δέ νιν περισταδὸν
κύκλῳ κατεῖχον οὐ διδόντες ἀμπνοάς,
βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν,
τὸ Τρωικὸν πήδημα πηδήσας ποδοῖν
1140χωρεῖ πρὸς αὐτούς: οἱ δ᾽ ὅπως πελειάδες
ἱέρακ᾽ ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν.
πολλοὶ δ᾽ ἔπιπτον μιγάδες ἔκ τε τραυμάτων
αὐτοί θ᾽ ὑπ᾽ αὐτῶν στενοπόρους κατ᾽ ἐξόδους,
κραυγὴ δ᾽ ἐν εὐφήμοισι δύσφημος δόμοις
1145πέτραισιν ἀντέκλαγξ᾽: ἐν εὐδίᾳ δέ πως
ἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις:
πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατο
δεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸν
στρέψας πρὸς ἀλκήν. ἔνθ᾽ Ἀχιλλέως πίτνει
1150παῖς ὀξυθήκτῳ πλευρὰ φασγάνῳ τυπεὶς
[Δελφοῦ πρὸς ἀνδρός, ὅσπερ αὐτὸν ὤλεσε]
πολλῶν μετ᾽ ἄλλων: ὡς δὲ πρὸς γαῖαν πίτνει,
τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον,
βάλλων ἀράσσων; πᾶν δ᾽ ἀνήλωται δέμας
1155τὸ καλλίμορφον τραυμάτων ὕπ᾽ ἀγρίων.
νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας
ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων.
ἡμεῖς δ᾽ ἀναρπάσαντες ὡς τάχος χεροῖν
κομίζομέν νίν σοι κατοιμῶξαι γόοις
1160κλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ.

τοιαῦθ᾽ τοῖς ἄλλοισι θεσπίζων ἄναξ,
τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής,
δίκας διδόντα παῖδ᾽ ἔδρασ᾽ Ἀχιλλέως.
ἐμνημόνευσε δ᾽, ὥσπερ ἄνθρωπος κακός,
1165παλαιὰ νείκη: πῶς ἂν οὖν εἴη σοφός;

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1623
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.2.4
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: