Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ὦ κακὰ παθὼν ἰδών τε δυστυχὲς γέρον,
1215τίν᾽ αἰῶν᾽ ἐς τὸ λοιπὸν ἕξεις;
Πηλεύς
ἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶν
διαντλήσω πόνους ἐς Ἅιδαν.
Χορός
μάτην δέ σ᾽ ἐν γάμοισιν ὤλβισαν θεοί.
Πηλεύς
ἀμπτάμενα φροῦδα πάντ᾽ ἐκεῖνα
1220κόμπων μεταρσίων πρόσω.
Χορός
μόνος μόνοισιν ἐν δόμοις ἀναστρέφῃ.
Πηλεύς
οὐκέτ᾽ εἴμ᾽, οἴμοι, πόλις,
σκῆπτρά τ᾽ ἐρρέτω τάδε [ἐπὶ γαῖαν]:
σύ τ᾽, ὦ κατ᾽ ἄντρα νύχια Νηρέως κόρη,
1225πανώλεθρόν μ᾽ ὄψεαι πίτνοντα [πρὸς γᾶν].