Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
Ἦ μεγάλων ἀχέων ἄρ᾽ ὑπῆρξεν, ὅτ᾽ Ἰδαίαν
275ἐς νάπαν ἦλθ᾽ ὁ Μαί-
ας τε καὶ Διὸς τόκος,
τρίπωλον ἅρμα δαιμόνων
ἄγων τὸ καλλιζυγές,
ἔριδι στυγερᾷ κεκορυθμένον εὐμορφίας
280σταθμοὺς ἔπι βούτας,
βοτῆρά τ᾽ ἀμφὶ μονότροπον νεανίαν
ἔρημόν θ᾽ ἑστιοῦχον αὐλάν.