Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
τίνος ἁ φυλακά; τίς ἀμείβει
τὰν ἐμάν; πρῶτα
δύεται σημεῖα καὶ ἑπτάποροι
530Πλειάδες αἰθέριαι: μέσα δ᾽ αἰετὸς οὐρανοῦ ποτᾶται.
— ἔγρεσθε, τί μέλλετε; κοιτᾶν
ἔγρεσθε πρὸς φυλακάν.
οὐ λεύσσετε μηνάδος αἴγλαν;
535 — ἀὼς δὴ πέλας, ἀὼς
γίγνεται, καί τις προδρόμων
ὅδε γ᾽ ἐστὶν ἀστήρ.
— τίς ἐκηρύχθη πρώτην φυλακήν;
— Μυγδόνος υἱόν φασι Κόροιβον.
540 — τίς γὰρ ἐπ᾽ αὐτῷ; — Κίλικας Παίων
στρατὸς ἤγειρεν, Μυσοὶ δ᾽ ἡμᾶς.
— οὐκ οὖν Λυκίους πέμπτην φυλακὴν
βάντας ἐγείρειν
545καιρὸς κλήρου κατὰ μοῖραν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.