previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Ῥῆσος

χαῖρ᾽, ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς,
Ἕκτορ: παλαιᾷ σ᾽ ἡμέρᾳ προσεννέπω.
390χαίρω δέ σ᾽ εὐτυχοῦντα καὶ προσήμενον
πύργοισιν ἐχθρῶν: συγκατασκάψων δ᾽ ἐγὼ
τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.

Ἕκτωρ

παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶς
Θρῃκός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν
395τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκ᾽ ἀνήρ.
πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶ
ἐλθόντα, καὶ μὴ τοὐπί σ᾽ Ἀργείων ὕπο
Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί.
οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις
400οὐκ ἦλθες οὐδ᾽ ἤμυνας οὐδ᾽ ἐπεστράφης.
τίς γάρ σε κῆρυξ γερουσία Φρυγῶν
ἐλθοῦσ᾽ ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;
ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;
σὺ δ᾽ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους
405Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος.
καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν
Θρῃκῶν ἄνακτα τῇδ᾽ ἔθηκ᾽ ἐγὼ χερί,
ὅτ᾽ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν
Θρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
410ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν
παρέσχον: ὧν σὺ λακτίσας πολλὴν χάριν,
φίλων νοσούντων ὕστερος βοηδρομεῖς.
οἱ δ᾽ οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες,
πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοις
415κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει,
οἳ δ᾽ ἔν θ᾽ ὅπλοισι καὶ παρ᾽ ἱππείοις ὄχοις
ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ
μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.
420ταῦθ᾽, ὡς ἂν εἰδῇς Ἕκτορ᾽ ὄντ᾽ ἐλεύθερον,
καὶ μέμφομαί σοι καὶ λέγω κατ᾽ ὄμμα σόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Gilbert Murray, 1913)
load focus English (E. P. Coleridge, 1891)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: